07 Η Αναγνωση. Το κειμενο







07 Η Αναγνωση. Το κειμενο

Η Αρχαία μουσικη

ΜΟΥΣΙΚΗ

αναγνωση περαν των ανθρωπων – μασκα – σημερινη γλωσσα- η γλωσσα μιλα – ΠΕΦΑΤΙΜΕΝΟΝ ΕΝ ΤΩ ΕΟΝΤΙ


Το Κείμενο

I

ΙΠΠΟΙΤΑΙΜΕΦΕΡΟΥΣΙΝΟΣΟΝΤΕΠΙΘΥΜΟΣΙΚΑΝΟΙ Ι/1

ἵπποι ταί με φέρουσιν ὅσον τ᾿ επὶ θυμὸς ἱκάνοι

ΠΕΜΠΟΝΕΠΕΙΜΕΣΟΔΟΝΒΗΣΑΝΠΟΛΥΦΗΜΟΝΑΓΟΥΣΑΙ

πέμπον ἐπεί μ᾿ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι

ΔΑΙΜΟΝΟΣΗΚΑΤΑΠΑΝΤΑΣΤΗΦΕΡΕΙΕΙΔΟΤΑΦΩΤΑ

δαίμονος ἥ κατὰ πάντ᾿ ἄστη φέρει εἰδότα φῶτα

ΤΗΙΦΕΡΟΜΗΝΤΗΙΓΑΡΜΕΠΟΛΥΦΡΑΣΤΟΙΦΕΡΟΝΙΠΠΟΙ

τῆι φερόμην τῆι γάρ με πολύφραστοι φέρον ἵπποι

ΑΡΜΑΤΙΤΑΙΝΟΥΣΑΙΚΟΥΡΑΙΔΟΔΟΝΗΓΕΜΟΝΕΥΟΝ Ι/5

ἅρμα τιταίνουσαι κοῦραι δ᾿ὁδὸν ἡγεμόνευον

ΑΞΩΝΔΕΝΧΝΟΙΗΙΣΙΝΙΕΙΣΥΡΙΓΓΟΣΑΥΤΗΝ

ἄξων δ᾿ ἐν χνοίηισιν ἵει σύριγγος ἀυτήν

ΑΙΘΟΜΕΝΟΣΔΟΙΟΙΣΓΑΡΕΠΕΙΓΕΤΟΔΙΝΩΤΟΙΣΙΝ

αἰθόμενος δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν

ΚΥΚΛΟΙΣΑΜΦΟΤΕΡΩΘΕΝΟΤΕΣΠΕΡΧΟΙΑΤΟΠΕΜΠΕΙΝ

κύκλοις ἀμφοτέρωθεν ὅτε σπερχοίατο πέμπειν

ΗΛΙΑΔΕΣΚΟΥΡΑΙΠΡΟΛΙΠΟΥΣΑΙΔΩΜΑΤΑΝΥΚΤΟΣ

ἡλιάδες κοῦραι προλιποῦσαι δώματα νυκτός

ΕΙΣΦΑΟΣΩΣΑΜΕΝΑΙΚΡΑΤΩΝΑΠΟΧΕΡΣΙΚΑΛΥΠΤΡΑΣ Ι/10

εἰς φάος ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας

ΕΝΘΑΠΥΛΑΙΝΥΚΤΟΣΤΕΚΑΙΗΜΑΤΟΣΕΙΣΙΚΕΛΕΥΘΩΝ

ἔνθα πύλαι νυκτός τε καὶ ἤματός εἰσι κελεύθων

ΚΑΙΣΦΑΣΥΠΕΡΘΥΡΟΝΑΜΦΙΣΕΧΕΙΚΑΙΛΑΙΝΟΣΟΥΔΟΣ

καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός

ΑΥΤΑΙΔΑΙΘΕΡΙΑΙΠΛΗΝΤΑΙΜΕΓΑΛΟΙΣΙΘΥΡΕΤΡΟΙΣ

αὐταὶ δ᾿αἰθέριαι πλήνται μεγάλοισι θυρέτροις

ΤΩΝΔΕΔΙΚΗΠΟΛΥΠΟΙΝΟΣΕΧΕΙΚΛΗΙΔΑΣΑΜΟΙΒΟΥΣ

τῶν δὲ δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς

ΤΗΝΔΗΠΑΡΦΑΜΕΝΑΙΚΟΥΡΑΙΜΑΛΑΚΟΙΣΙΛΟΓΟΙΣΙΝ Ι/15

τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν

ΠΕΙΣΑΝΕΠΙΦΡΑΔΕΩΣΩΣΣΦΙΝΒΑΛΑΝΩΤΟΝΟΧΗΑ

πεῖσαν ἐπιφραδέως ὥς σφιν βαλανωτὸν ὀχῆα

ΑΠΤΕΡΕΩΣΩΣΕΙΕΠΥΛΕΩΝΑΠΟΤΑΙΔΕΘΥΡΕΤΡΩΝ

ἀπτερέως ὤσειε πυλέων ἄπο ταὶ δὲ θυρέτρων

ΧΑΣΜΑΧΑΝΕΣΠΟΙΗΣΑΝΑΝΑΠΤΑΜΕΝΑΙΠΟΛΥΧΑΛΚΟΥΣ

χάσμ᾿ ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους

ΑΞΟΝΑΣΕΝΣΥΡΙΓΞΙΝΑΜΟΙΒΑΔΟΝΕΙΛΙΞΑΣΑΙ

ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι

ΓΟΜΦΟΙΣΚΑΙΠΕΡΟΝΗΙΣΙΝΑΡΗΡΟΤΕΤΗΙΡΑΔΙΑΥΤΕΩΝ Ι/20

γὀμφοις καὶ περόνηισιν ἀρηρότε τῆι ῥα δι᾿ αὐτέων

ΙΘΥΣΕΧΟΝΚΟΥΡΑΙΚΑΤΑΜΑΞΙΤΟΝΑΡΜΑΚΑΙΙΠΠΟΥΣ

ἰθὺς ἔχον κοῦραι κατ᾿ ἀμαξιτὸν ἅρμα καὶ ἵππους

ΚΑΙΜΕΘΕΑΠΡΟΦΡΩΝΥΠΕΔΕΞΑΤΟΧΕΙΡΑΔΕΧΕΙΡΙ

καί με θεὰ πρόφρων ὑπεδέξατο χεῖρα δὲ χειρί

ΔΕΞΙΤΕΡΗΝΕΛΕΝΩΔΕΔΕΠΟΣΦΑΤΟΚΑΙΜΕΠΡΟΣΗΥΔΑ

δεξιτερὴν ἕλεν ὧδε δ᾿ ἔπος φάτο καί με προσηύδα

ΩΚΟΥΡΑΘΑΝΑΤΟΙΣΙΣΥΝΑΟΡΟΣΗΝΙΟΧΟΙΣΙΝ

ὦ κοῦρ᾿ ἀθανάτοισι συνάορος ἠνιόχοισιν

ΙΠΠΟΙΣΤΑΙΣΕΦΕΡΟΥΣΙΝΙΚΑΝΩΝΗΜΕΤΕΡΟΝΔΩ Ι/25

ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ

ΧΑΙΡΕΠΕΙΟΥΤΙΣΕΜΟΙΡΑΚΑΚΗΠΡΟΥΠΕΜΠΕΝΕΕΣΘΑΙ

χαῖρ᾿ ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι

ΤΗΝΔΟΔΟΝΗΓΑΡΑΠΑΝΘΡΩΠΩΝΕΚΤΟΣΠΑΤΟΥΕΣΤΙΝ

τήνδ᾿ ὁδόν ἦ γὰρ απ᾿ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν

ΑΛΛΑΘΕΜΙΣΤΕΔΙΚΗΤΕΧΡΕΩΔΕΣΕΠΑΝΤΑΠΥΘΕΣΘΑΙ

ἀλλὰ θέμις τε δίκη τε χρεὼ δέ σε πάντα πυθέσθαι

ΗΜΕΝΑΛΗΘΕΙΗΣΕYΠΕΙΘΕΟΣΑΤΡΕΜΕΣΗΤΟΡ

ἠμέν ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ

ΗΔΕΒΡΟΤΩΝΔΟΞΑΣΤΑΙΣΟΥΚΕΝΙΠΙΣΤΙΣΑΛΗΘΗΣ Ι/30

ἠδὲ βροτῶν δόξας ταῖς οὐκ ἔνι πίστις ἀληθής

ΑΛΛΕΜΠΗΣΚΑΙΤΑΥΤΑΜΑΘΗΣΕΑΙΩΣΤΑΔΟΚΟΥΝΤΑ

ἀλλ᾿ ἔμπης καὶ ταῦτα μαθήσεαι ὡς τὰ δοκοῦντα

ΧΡΗΝΔΟΚΙΜΩΣΕΙΝΑΙΔΙΑΠΑΝΤΟΣΠΑΝΤΑΠΕΡΩΝΤΑ

χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα

V

[...]ΞΥΝΟΝΔΕΜΟΙΕΣΤΙΝ V/1

[...] ξυνὸν δέ μοί ἐστιν

ΟΠΠΟΘΕΝΑΡΞΩΜΑΙΤΟΘΙΓΑΡΠΑΛΙΝΙΞΟΜΑΙΑΥΘΙΣ

ὅππόθεν ἄρξωμαι τόθι γὰρ πάλιν ἵξομαι αὖθις

III

[...]ΤΟΓΑΡΑΥΤΟΝΝΟΕΙΝΕΣΤΙΝΤΕΚΑΙΕΙΝΑΙ

[...] τὸ γὰρ αυτὸ νοεῖν ἐστὶν τε καὶ εἶναι

ΙΙ

ΕΙΔΑΓΕΓΩΝΕΡΕΩΚΟΜΙΣΑΙΔΕΣΥΜΥΘΟΝΑΚΟΥΣΑΣ ΙΙ/1

εἰ δ᾿ ἄγ᾿ ἐγὼν ἐρέω κόμισαι δὲ σὺ μῦθον ἀκούσας

ΑΙΠΕΡΟΔΟΙΜΟΥΝΑΙΔΙΖΗΣΙΟΣΕΙΣΙΝΟΗΣΑΙ

αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι

ΗΜΕΝΟΠΩΣΕΣΤΙΝΤΕΚΑΙΩΣΟΥΚΕΣΤΙΜΗΕΙΝΑΙ

ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι

ΠΕΙΘΟΥΣΕΣΤΙΚΕΛΕΥΘΟΣΑΛΗΘΕΙΗΓΑΡΟΠΗΔΕΙ

πειθοῦς ἐστι κέλευθος ἀληθείηι γὰρ οπηδεῖ

ΗΔΩΣΟΥΚΕΣΤΙΝΤΕΚΑΙΩΣΧΡΕΩΝΕΣΤΙΜΗΕΙΝΑΙ ΙΙ/5

ἡ δ᾿ ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι

ΤΗΝΔΗΤΟΙΦΡΑΖΩΠΑΝΑΠΕΥΘΕΑΕΜΜΕΝΑΤΑΡΠΟΝ

τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν

ΟΥΤΕΓΑΡΑΝΓΝΟΙΗΣΤΟΓΕΜΗΕΟΝΟΥΓΑΡΑΝΥΣΤΟΝ

οὔτε γὰρ ἄν γνοίης τό γε μὴ ἐὸν οὐ γὰρ ἀνυστόν

ΟΥΤΕΦΡΑΣΑΙΣ[...]

ούτε φράσαις [...]

VI

ΧΡΗΤΟΛΕΓΕΙΝΤΕΝΟΕΙΝΤΕΟΝΕΜΜΕΝΑΙΕΣΤΙΓΑΡΕΙΝΑΙ VI/1

χρὴ τὸ λέγειν τε νοεῖν τ᾿ ἐὸν ἔμμεναι ἔστι γὰρ εἶναι

ΜΗΔΕΝΔΟΥΚΕΣΤΙΝΤΑΣΕΓΩΦΡΑΖΕΣΘΑΙΑΝΩΓΑ

μηδὲν δ᾿ οὐκ ἔστιν τά σ᾿ ἐγὼ φράζεσθαι ἄνωγα

ΠΡΩΤΗΣΓΑΡΣΑΦΟΔΟΥΤΑΥΤΗΣΔΙΖΗΣΙΟΣ[ΕΙΡΓΩ]

πρώτης γάρ σ᾿ ἀφ᾿ ὁδοῦ ταύτης διζήσιος [εἴργω]

ΑΥΤΑΡΕΠΕΙΤΑΠΟΤΗΣΗΝΔΗΒΡΟΤΟΙΕΙΔΟΤΕΣΟΥΔΕΝ

αὐτὰρ ἔπειτ᾿ ἀπὸ τῆς ἥν δὴ βροτοὶ εἰδότες οὐδὲν

ΠΛΑΤΤΟΝΤΑΙΔΙΚΡΑΝΟΙΑΜΗΧΑΝΙΗΓΑΡΕΝΑΥΤΩΝ VI/5

πλάττονται δίκρανοι ἀμηχανίη γὰρ ἐν αὐτῶν

ΣΤΗΘΕΣΙΝΙΘΥΝΕΙΠΛΑΓΚΤΟΝΝΟΟΝΟΙΔΕΦΟΡΟΥΝΤΑΙ

στήθεσιν ἰθύνει πλαγκτὸν νόον οἱ δὲ φοροῦνται

ΚΩΦΟΙΟΜΩΣΤΥΦΛΟΙΤΕΤΕΘΗΠΟΤΕΣΑΚΡΙΤΑΦΥΛΑ

κωφοὶ ὁμῶς τυφλοί τε τεθηπότες ἄκριτα φῦλα

ΟΙΣΤΟΠΕΛΕΙΝΤΕΚΑΙΟΥΚΕΙΝΑΙΤΑΥΤΟΝΝΕΝΟΜΙΣΤΑΙ

οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται

ΚΟΥΤΑΥΤΟΝΠΑΝΤΩΝΔΕΠΑΛΙΝΤΡΟΠΟΣΕΣΤΙΚΕΛΕΥΘΟΣ

κοὐ ταὐτόν πάντων δὲ παλίντροπός ἐστι κέλευθος

VII

ΟΥΓΑΡΜΗΠΟΤΕΤΟΥΤΟΔΑΜΗΙΕΙΝΑΙΜΗΕΟΝΤΑ VII/1

οὐ γὰρ μήποτε τοῦτο δαμῆι εἶναι μὴ ἐόντα

ΑΛΛΑΣΥΤΗΣΔΑΦΟΔΟΥΔΙΖΗΣΙΟΣΕΙΡΓΕΝΟΗΜΑ

ἀλλὰ σὺ τῆσδ᾿ ἀφ᾿ ὁδοῦ διζήσιος εἶργε νόημα

ΜΗΔΕΣΕΘΟΣΠΟΛΥΠΕΙΡΟΝΟΔΟΝΚΑΤΑΤΗΝΔΕΒΙΑΣΘΩ

μηδέ σ᾿ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω

ΝΩΜΑΝΑΣΚΟΠΟΝΟΜΜΑΚΑΙΗΧΗΕΣΣΑΝΑΚΟΥΗΝ

νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν

ΚΑΙΓΛΩΣΣΑΝΚΡΙΝΑΙΔΕΛΟΓΩΙΠΟΛΥΔΗΡΙΝΕΛΕΓΧΟΝ VII/5

καὶ γλῶσσαν κρῖναι δὲ λόγωι πολύδηριν ἔλεγχον

ΕΞΕΜΕΘΕΝΡΗΘΕΝΤΑ[....]

ἐξ ἐμέθεν ῥηθέντα [...]

VIII

[...]ΜΟΝΟΣΔΕΤΙΜΥΘΟΣΟΔΟΙΟ VIII/1

[...] μόνος δ᾿ ἔτι μῦθος ὁδοῖο

ΛΕΙΠΕΤΑΙΩΣΕΣΤΙΝΤΑΥΤΗΙΔΕΠΙΣΗΜΑΤΕΑΣΙ

λείπεται ὣς ἔστιν ταύτηι δ᾿ ἐπὶ σήματ᾿ ἔασι

ΠΟΛΛΑΜΑΛΩΣΑΓΕΝΗΤΟΝΕΟΝΚΑΙΑΝΩΛΕΘΡΟΝΕΣΤΙΝ

πολλὰ μάλ᾿ ὡς ἀγένητον ἐὸν καί ἀνώλεθρόν ἐστιν

ΟΥΛΟΝΜΟΥΝΟΜΕΛΕΣΤΕΚΑΙΑΤΡΕΜΕΣΟΥΔΑΤΕΛΕΣΤΟΝ

οὗλον μουνομελές τε καὶ ἀτρεμὲς οὐδ᾿ ἀτέλεστον

ΟΥΔΕΠΟΤΗΝΟΥΔΕΣΤΑΙΕΠΕΙΝΥΝΕΣΤΙΝΟΜΟΥΠΑΝ VIII/5

οὐδέ ποτ᾿ ἦν οὐδ᾿ ἔσται ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν

ΕΝΣΥΝΕΧΕΣΤΙΝΑΓΑΡΓΕΝΝΑΝΔΙΖΗΣΕΑΙΑΥΤΟΥ

ἕν συνεχές τίνα γὰρ γένναν διζήσεαι αυτοῦ

ΠΗΙΠΟΘΕΝΑΥΞΗΘΕΝΟΥΤΕΚΜΗΕΟΝΤΟΣΕΑΣΣΩ

πῆι πόθεν αὐξηθέν οὐτ᾿ ἐκ μὴ ἐόντος ἐάσσω

ΦΑΣΘΑΙΣΟΥΔΕΝΟΕΙΝΟΥΓΑΡΦΑΤΟΝΟΥΔΕΝΟΗΤΟΝ

φάσθαι σ᾿ οὐδὲ νοεῖν οὐ γὰρ φατὸν οὐδὲ νοητὸν

ΕΣΤΙΝΟΠΩΣΟΥΚΕΣΤΙΤΙΔΑΝΜΙΝΚΑΙΧΡΕΟΣΩΡΣΕΝ

ἔστιν ὅπως οὐκ ἔστι τί δ᾿ ἄν μιν καὶ χρέος ὤρσεν

ΥΣΤΕΡΟΝΗΠΡΟΣΘΕΝΤΟΥΜΗΔΕΝΟΣΑΡΞΑΜΕΝΟΝΦΥΝ VIII/10

ὕστερον ἤ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν

ΟΥΤΩΣΗΠΑΜΠΑΝΠΕΛΕΝΑΙΧΡΕΩΝΕΣΤΙΝΗΟΥΧΙ

οὕτως ἤ πάμπαν πελέναι χρεών ἔστιν ἤ οὐχί

ΟΥΔΕΠΟΤΕΚΜΗΕΟΝΤΟΣΕΦΗΣΕΙΠΙΣΤΙΟΣΙΣΧΥΣ

ουδέ ποτ᾿ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς

ΓΙΓΝΕΣΘΑΙΤΙΠΑΡΑΥΤΟΤΟΥΕΙΝΕΚΕΝΟΥΤΕΓΕΝΕΣΘΑΙ

γίγνεσθαί τι παρ᾿ αὐτό τοῦ εἵνεκεν οὔτε γενέσθαι

ΟΥΤΟΛΛΥΣΘΑΙΑΝΗΚΕΔΙΚΗΧΑΛΑΣΑΣΑΠΕΔΗΙΣΙΝ

οὔτ᾿ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδηισιν

ΑΛΛΕΧΕΙΗΔΕΚΡΙΣΙΣΠΕΡΙΤΟΥΤΩΝΕΝΤΩΙΔΕΣΤΙΝ VIII/15

ἀλλ᾿ ἔχει ἡ δὲ κρίσις περὶ τούτων ἐν τῶιδ᾿ ἔστιν

ΕΣΤΙΝΗΟΥΚΕΣΤΙΝΚΕΚΡΙΤΑΙΔΟΥΝΩΣΠΕΡΑΝΑΓΚΗ

ἔστιν ἤ οὐκ ἔστιν κέκριται δ᾿ οὖν ὥσπερ ἀνάγκη

ΤΗΝΜΕΝΕΑΝΑΝΟΗΤΟΝΑΝΩΝΥΜΟΝΟΥΓΑΡΑΛΗΘΗΣ

τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον οὐ γάρ ἀληθής

ΕΣΤΙΝΟΔΟΣΤΗΝΔΩΣΤΕΠΕΛΕΙΝΚΑΙΕΤΗΤΥΜΟΝΕΙΝΑΙ

ἔστιν ὁδὸς τὴν δ᾿ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι

ΠΩΣΔΑΝΕΠΕΙΤΑΠΟΛΟΙΤΟΕΟΝΠΩΣΔΑΝΚΑΙΓΕΝΟΙΤΟ

πῶς δ᾿ ἄν ἔπειτ᾿ ἀπόλοιτο ἐόν πῶς δ᾿ ἄν και γένοιτο

ΕΙΓΑΡΕΓΕΝΤΟΥΚΕΣΤΟΥΔΕΙΠΟΤΕΜΕΛΛΕΙΕΣΕΣΘΑΙ VIII/20

εἰ γὰρ ἔγεντ᾿ οὐκ ἔστ᾿ οὐδ᾿ εἴ ποτε μέλλει ἔσεσθαι

ΤΩΣΓΕΝΕΣΙΣΜΕΝΑΠΕΣΒΕΣΤΑΙΚΑΙΑΠΥΣΤΟΣΟΛΕΘΡΟΣ

τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος

ΟΥΔΕΔΙΑΙΡΕΤΟΝΕΣΤΙΝΕΠΕΙΠΑΝΕΣΤΙΝΟΜΟΙΟΝ

οὐδὲ διαιρετόν ἐστιν ἐπεὶ πᾶν ἐστιν ὁμοῖον

ΟΥΔΕΤΙΤΗΙΜΑΛΛΟΝΤΟΚΕΝΕΙΡΓΟΙΜΙΝΣΥΝΕΧΕΣΘΑΙ

ουδέ τι τῆι μᾶλλον τό κεν εἴργοι μιν συνέχεσθαι

ΟΥΔΕΤΙΧΕΙΡΟΤΕΡΟΝΠΑΝΔΕΜΠΛΕΟΝΕΣΤΙΝΕΟΝΤΟΣ

οὐδέ τι χειρότερον πᾶν δ᾿ ἔμπλεόν ἐστιν ἐόντος

ΤΩΙΞΥΝΕΧΕΣΠΑΝΕΣΤΙΝΕΟΝΓΑΡΕΟΝΤΙΠΕΛΑΖΕΙ VIII/25

τῶι ξυνεχές πᾶν ἐστιν ἐὸν γὰρ ἐόντι πελάζει

ΑΥΤΑΡΑΚΙΝΗΤΟΝΜΕΓΑΛΩΝΕΝΠΕΙΡΑΣΙΔΕΣΜΩΝ

αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν

ΕΣΤΙΝΑΝΑΡΧΟΝΑΠΑΥΣΤΟΝΕΠΕΙΓΕΝΕΣΙΣΚΑΙΟΛΕΘΡΟΣ

ἔστιν ἄναρχον ἄπαυστον ἐπεὶ γένεσις και ὄλεθρος

ΤΗΛΕΜΑΛΕΠΛΑΓΧΘΗΣΑΝΑΠΩΣΕΔΕΠΙΣΤΙΣΑΛΗΘΗΣ

τῆλε μάλ᾿ ἐπλάχθησαν ἀπῶσε δὲ πίστις ἀληθής

ΤΑΥΤΟΝΤΕΝΤΑΥΤΩΙΤΕΜΕΝΟΝΚΑΘΕΑΥΤΟΤΕΚΕΙΤΑΙ

ταὐτόν τ᾿ ἐν ταὐτῶι τε μένον καθ᾿ ἑαυτό τε κεῖται

ΧΟΥΤΩΣΕΜΠΕΔΟΝΑΥΘΙΜΕΝΕΙΚΡΑΤΕΡΗΓΑΡΑΝΑΓΚΗ VIII/30

χοὔτως ἔμπεδον αὖθι μένει κρατερὴ γὰρ ἀνάγκη

ΠΕΙΡΑΤΟΣΕΝΔΕΣΜΟΙΣΙΝΕΧΕΙΤΟΜΙΝΑΜΦΙΣΕΕΡΓΕΙ

πείρατος ἐν δεσμοῖσιν ἔχει τό μιν ἀμφὶς ἐέργει

ΟΥΝΕΚΕΝΟΥΚΑΤΕΛΕΥΤΗΤΟΝΤΟΕΟΝΘΕΜΙΣΕΙΝΑΙ

οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι

ΕΣΤΙΓΑΡΟΥΚΕΠΙΔΕΥΕΣΜΗΕΟΝΔΑΝΠΑΝΤΟΣΕΔΕΙΤΟ

ἔστι γὰρ οὐκ ἐπιδευές μὴ ἐὸν δ᾿ ἄν παντὸς ἐδεῖτο

ΤΑΥΤΟΝΔΕΣΤΙΝΟΕΙΝΤΕΚΑΙΟΥΝΕΚΕΝΕΣΤΙΝΟΗΜΑ

ταὐτὸν δ᾿ ἐστὶ νοεῖν τε καὶ οὕνεκεν ἔστι νόημα

ΟΥΓΑΡΑΝΕΥΤΟΥΕΟΝΤΟΣΕΝΩΙΠΕΦΑΤΙΣΜΕΝΟΝΕΣΤΙΝ VIII/35

οὐ γὰρ ἄνευ τοῦ ἐόντος ἐν ὧι πεφατισμένον ἔστιν

ΕΥΡΗΣΕΙΣΤΟΝΟΕΙΝΟΥΔΕΝΓΑΡΕΣΤΙΝΗΕΣΤΑΙ

εὑρήσεις τὸ νοεῖν οὐδὲν γὰρ ἔστιν ἤ ἔσται

ΑΛΛΟΠΑΡΕΞΤΟΥΕΟΝΤΟΣΕΠΕΙΤΟΓΕΜΟΙΡΕΠΕΔΗΣΕΝ

ἄλλο πάρεξ τοῦ ἐόντος ἐπεὶ τό γε μοῖρ᾿ ἐπέδησεν

ΟΥΛΟΝΑΚΙΝΗΤΟΝΤΕΜΕΝΑΙΤΩΙΠΑΝΤΟΝΟΜΑΣΤΑΙ

οὗλον ἀκίνητόν τ᾿ ἔμεναι τῶι πάντ᾿ ὀνόμασται

ΟΣΣΑΒΡΟΤΟΙΚΑΤEΘΕΝΤΟΠΕΠΟΙΘΟΤΕΣΕΙΝΑΙΑΛΗΘΗ

ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ

ΓΙΓΝΕΣΘΑΙΤΕΚΑΙΟΛΛΥΣΘΑΙΕΙΝΑΙΤΕΚΑΙΟΥΧΙ VIII/40

γίγνεσθαί τε καὶ ὄλλυσθαι εἶναί τε και οὐχί

ΚΑΙΤΟΠΟΝΑΛΛΑΣΣΕΙΝΔΙΑΤΕΧΡΟΑΦΑΝΟΝΑΜΕΙΒΕΙΝ

καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν

ΑΥΤΑΡΕΠΕΙΠΕΙΡΑΣΠΥΜΑΤΟΝΤΕΤΕΛΕΣΜΕΝΟΝΕΣΤΙ

αὐτὰς ἐπεὶ πεῖρας πύματον τετελεσμένον ἐστί

ΠΑΝΤΟΘΕΝΕΥΚΥΚΛΟΥΣΦΑΙΡΗΣΕΝΑΛΙΓΚΙΟΝΟΓΚΩΙ

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκωι

ΜΕΣΣΟΘΕΝΙΣΟΠΑΛΕΣΠΑΝΤΗΙΤΟΓΑΡΟΥΤΕΤΙΜΕΙΖΟΝ

μεσσόθεν ἰσοπαλὲς πάντηι τὸ γὰρ οὔτε τι μεῖζον

ΟΥΤΕΤΙΒΑΙΟΤΕΡΟΝ ΠΕΛΕΝΑΙΧΡΕΟΝΕΣΤΙΤΗΙΗΤΗΙ VIII/45

οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῆι ἤ τῆι

ΟΥΤΕΓΑΡΟΥΤΕΟΝΕΣΤΙΤΟΚΕΝΠΑΥΟΙΜΙΝΙΚΝΕΙΣΘΑΙ

οὔτε γὰρ οὐκ ἐὸν ἔστι τό κεν παύοι μιν ἱκνεῖσθαι

ΕΙΣΟΜΟΝΟΥΤΕΟΝΕΣΤΙΝΟΠΩΣΕΙΗΚΕΝΕΟΝΤΟΣ

εἰς ὁμόν οὔτ᾿ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος

ΤΗΙΜΑΛΛΟΝΤΗΙΔΗΣΣΟΝΕΠΕΙΠΑΝΕΣΤΙΝΑΣΥΛΟΝ

τῆι μᾶλλον τῆι δ᾿ ἦσσον ἐπεὶ πᾶν ἐστιν ἄσυλον

ΟΙΓΑΡΠΑΝΤΟΘΕΝΙΣΟΝOΜΩΣΕΝΠΕΙΡΑΣΙΚΥΡΕΙ

οἷ γὰρ πάντοθεν ἶσον ὁμῶς ἐν πείρασι κύρει

ΕΝΤΩΙΣOIΠΑΥΩΠΙΣΤΟΝΛΟΓΟΝΗΔΕΝΟΗΜΑ VIII/50

ἐν τῶι σοι παύω πιστὸν λόγον ἠδὲ νόημα

ΑΜΦΙΣΑΛΗΘΕΙΗΣΔΟΞΑΣΔΑΠΟΤΟΥΔΕΒΡΟΤΕΙΑΣ

ἀμφὶς ἀληθείης δόξας δ᾿ ἀπὸ τοῦδε βροτείας

ΜΑΝΘΑΝΕΚΟΣΜΟΝΕΜΩΝΕΠΕΩΝΑΠΑΤΗΛΟΝΑΚΟΥΩΝ

μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλόν ἀκούων

ΜΟΡΦΑΣΓΑΡΚΑΤΕΘΕΝΤΟΔΥΟΓΝΩΜΑΣΟΝΟΜΑΖΕΙΝ

μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν

ΤΩΝΜΙΑΝΟΥΧΡΕΩΝΕΣΤΙΝΕΝΩΙΠΕΠΛΑΝΗΜΕΝΟΙΕΙΣΙΝ

τῶν μίαν οὐ χρεών ἐστιν ἐν ὧι πεπλανημένοι εἰσίν

ΑΝΤΙΑΔΕΚΡΙΝΑΝΤΟΔΕΜΑΣΚΑΙΣΗΜΑΤΕΘΕΝΤΟ VIII/55

ἀντία δ᾿ἐκρίναντο δέμας καὶ σήματ᾿ ἔθεντο

ΧΩΡΙΣΑΠΑΛΛΗΛΩΝΤΗΙΜΕΝΦΛΟΓΟΣΑΙΘΕΡΙΟΝΠΥΡ

χωρὶς ἀπ᾿ ἀλλήλων τῆι μὲν φλογὸς αἰθέριον πῦρ

[ΗΠΙΟΝΟΝ]ΜΕΓΕΛΑΦΡΟΝΕΩΥΤΩΙΠΑΝΤΟΣΕΤΩΥΤΟΝ

[ἤπιον ὄν] μέγ᾿ ἐλαφρὸν ἑωυτῶι πάντοσε τωὐτόν

ΤΩΙΔΕΤΕΡΩΙΜΗΤΩΥΤΟΝΑΤΑΡΚΑΚΕΙΝΟΚΑΤΑΥΤΟ

τῶι δ᾿ ἑτέρωι μὴ τωὐτόν ἀτὰρ κακεῖνο κατ᾿ αὐτό

ΤΑΝΤΙΑΝΥΚΤΑΔΑΗΠΥΚΙΝΟΝΔΕΜΑΣΕΜΒΡΙΘΕΣΤΕ

τἀντία νύκτ᾿ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε

ΤΟΝΣΟΙΕΓΩΔΙΑΚΟΣΜΟΝΕΟΙΚΟΤΑΠΑΝΤΑΦΑΤΙΖΩ VIII/60

τόν σοι εγὼ διάκοσμον ἐοικότα πάντα φατίζω

ΩΣΟΥΜΗΠΟΤΕΤΙΣΣΕΒΡΟΤΩΝΓΝΩΜΗΠΑΡΕΛΑΣΣΗΙ

ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσηι

Χ

ΕΙΣΗΙΔΑΙΘΕΡΙΑΝΤΕΦΥΣΙΝΤΑΤΕΝΑΙΘΕΡΙΠΑΝΤΑ Χ/1

εἴσηι δ᾿ αἰθερίαν τε φύσιν τά τ᾿ ἐν αἰθέρι πάντα

ΣΗΜΑΤΑΚΑΙΚΑΘΑΡΑΣΕΥΑΓΕΟΣΗΕΛΙΟΙΟ

σήματα καὶ καθαρᾶς εὐαγέος ἡελίοιο

ΛΑΜΠΑΔΟΣΕΡΓΑΙΔΗΛΑΚΑΙΟΠΠΟΘΕΝΕΞΕΓΕΝΟΝΤΟ

λαμπάδος ἔργ᾿ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο

ΕΡΓΑΤΕΚΥΚΛΩΠΟΣΠΕΥΣΗΙΠΕΡΙΦΟΙΤΑΣΕΛΗΝΗΣ Χ/5

ἔργα τε κύκλωπος πεύσηι περίφοιτα σελήνης

ΚΑΙΦΥΣΙΝΕΙΔΗΣΕΙΣΔΕΚΑΙΟΥΡΑΝΟΝΑΜΦΙΣΕΧΟΝΤΑ

καὶ φύσιν εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα

ΕΝΘΕΝΕΦΥΤΕΚΑΙΩΣΜΙΝΑΓΟΥΣΕΠΕΔΗΣΕΝΑΝΑΓΚΗ

ἔνθεν ἔφυ τε καὶ ὥς μιν ἄγουσ᾿ ἐπέδησεν ἀνάγκη

ΠΕΙΡΑΤΕΧΕΙΝΑΣΤΡΩΝ[...]

πείρατ᾿ ἔχειν ἄστρων [...]

ΧΙ

[...]ΠΩΣΓΑΙΑΚΑΙΗΛΙΟΣΗΔΕΣΕΛΗΝΗ ΧΙ/1

[...] πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη

ΑΙΘΗΡΤΕΞΥΝΟΣΓΑΛΑΤΟΥΡΑΝΙΟΝΚΑΙΟΛΥΜΠΟΣ

αἰθήρ τε ξυνὸς γάλα τ᾿ οὐράνιον καὶ ὄλυμπος

ΕΣΧΑΤΟΣΗΔΑΣΤΡΩΝΘΕΡΜΟΝΜΕΝΟΣΩΡΜΗΘΗΣΑΝ

ἔσχατος ἠδ᾿ ἄστρων θερμὸν μένος ὡρμήθησαν

ΓΙΓΝΕΣΘΑΙ[...]

γίγνεσθαι [...]

ΧΙΙ

ΑΙΓΑΡΣΤΕΙΝΟΤΕΡΑΙΠΛΗΝΤΑΙΠΥΡΟΣΑΚΡΗΤΟΙΟ ΧΙΙ/1

αἱ γὰρ στεινότεραι πλῆνται πυρὸς ἀκρήτοιο

ΑΙΔΕΠΙΤΑΙΣΝΥΚΤΟΣΜΕΤΑΔΕΦΛΟΓΟΣΙΕΤΑΙΑΙΣΑ

αἱ δ᾿ ἐπὶ ταῖς νυκτός μετὰ δὲ φλογὸς ἵεται αἶσα

ΕΝΔΕΜΕΣΩΙΤΟΥΤΩΝΔΑΙΜΩΝΗΠΑΝΤΑΚΥΒΕΡΝΑΙ

ἐν δὲ μέσωι τούτων δαίμων ἥ πάντα κυβερνᾶι

ΠΑΝΤΗΙΓΑΡΣΤΥΓΕΡΟΙΟΤΟΚΟΥΚΑΙΜΙΞΙΟΣΑΡΧΕΙ

πάντ᾿ ἥ γὰρ στυγεροῖο τόκου καὶ μίξιος ἄρχει

ΠΕΜΠΟΥΣΑΡΣΕΝΙΘΗΛΥΜΙΓΗΝΤΟΤΕΝΑΝΤΙΟΝΑΥΤΙΣ ΧΙΙ/5

πέμπουσ᾿ ἄρσενι θῆλυ μιγῆν τό τ᾿ ἐναντίον αὖτις

ΑΡΣΕΝΘΗΛΥΤΕΡΩΙ[...]

[...] ἄρσεν θηλυτέρωι

ΧΙΙΙ

ΠΡΩΤΙΣΤΟΝΜΕΝΕΡΩΤΑΘΕΩΝΜΗΤΙΣΑΤΟΠΑΝΤΩΝ

πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων

XIV

ΝΥΚΤΙΦΑΕΣΠΕΡΙΓΑΙΑΝΑΛΩΜΕΝΟΝΑΛΛΟΤΡΙΟΝΦΩΣ

νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον ἀλλότριον φῶς

XVII

ΔΕΞΙΤΕΡΟΙΣΙΜΕΝΚΟΥΡΟΥΣΛΑΙΟΙΣΙΔΕΚΟΥΡΑΣ

δεξιτεροῖσι μὲν κούρους λαιοῖσι δὲ κούρας

XV

ΑΙΕΙΠΑΠΤΑΙΝΟΥΣΑΠΡΟΣΑΥΓΑΣΗΕΛΙΟΙΟ

αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἡελίοιο

IV

ΛΕΥΣΣΕΔΟΜΩΣΑΠΕΟΝΤΑΝΟΩΙΠΑΡΕΟΝΤΑΒΕΒΑΙΩΣ IV/1

λεῦσσε δ᾿ ὁμῶς ἀπεόντα νόωι παρεόντα βεβαίως

ΟΥΓΑΡΑΠΟΤΜΗΞΕΙΤΟΕΟΝΤΟΥΕΟΝΤΟΣΕΧΕΣΘΑΙ

οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι

ΟΥΤΕΣΚΙΔΝΑΜΕΝΟΝΠΑΝΤΗΙΠΑΝΤΩΣΚΑΤΑΚΟΣΜΟΝ

οὔτε σκιδνάμενον πάντηι πάντως κατὰ κόσμον

ΟΥΤΕΣΥΝΙΣΤΑΜΕΝΟΝ[...]

οὔτε συνιστάμενον [...]

ΙΧ

ΑΥΤΑΡΕΠΕΙΔΗΠΑΝΤΑΦΑΟΣΚΑΙΝΥΞΟΝΟΜΑΣΤΑΙ IX/1

αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται

ΚΑΙΤΑΚΑΤΑΣΦΕΤΕΡΑΣΔΥΝΑΜΕΙΣΕΠΙΤΟΙΣΙΤΕΚΑΙΤΟΙΣ

καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς

ΠΑΝΠΛΕΟΝΕΣΤΙΝΟΜΟΥΦΑΕΟΣΚΑΙΝΥΚΤΟΣΑΦΑΝΤΟΥ

πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου

ΙΣΩΝΑΜΦΟΤΕΡΩΝΕΠΕΙΟΥΔΕΤΕΡΩΙΜΕΤΑΜΗΔΕΝ

ἴσων ἀμφοτέρων ἐπεὶ οὐδετέρωι μέτα μηδέν

XVI

ΩΣΓΑΡΕΚΑΣΤΟΤΕΧΕΙΚΡΑΣΙΝΜΕΛΕΩΝΠΟΛΥΠΛΑΓΚΤΩΝ

ὡς γὰρ ἑκάστοτ᾿ ἔχει κρᾶσιν μελέων πολυπλάγκτων

ΤΩΣΝΟΟΣΑΝΘΡΩΠΟΙΣΙΠΑΡΙΣΤΑΤΑΙΤΟΓΑΡΑΥΤΟ

τὼς νόος ἀνθρώποισι παρίσταται τὸ γὰρ αὐτό

ΕΣΤΙΝΟΠΕΡΦΡΟΝΕΕΙΜΕΛΕΩΝΦΥΣΙΣΑΝΘΡΩΠΟΙΣΙΝ

ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισιν

ΚΑΙΠΑΣΙΝΚΑΙΠΑΝΤΙΤΟΓΑΡΠΛΕΟΝΕΣΤΙΝΟΗΜΑ

καὶ πᾶσιν καὶ παντί τὸ γὰρ πλέον ἐστὶ νόημα

ΧΙΧ

ΟΥΤΩΤΟΙΚΑΤΑΔΟΞΑΝΕΦΥΤΑΔΕΚΑΙΝΥΝΕΑΣΙ

οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καὶ νυν ἔασι

ΚΑΙΜΕΤΕΠΕΙΤΑΠΟΤΟΥΔΕΤΕΛΕΥΤΗΣΟΥΣΙΤΡΑΦΕΝΤΑ

καὶ μετέπειτ᾿ ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα

ΤΟΙΣΔΟΝΟΜΑΝΘΡΩΠΟΙΚΑΤΕΘΕΝΤΕΠΙΣΗΜΟΝΕΚΑΣΤΩΙ

τοῖς δ᾿ ὄνομ᾿ ἄνθρωποι κατέθεντ᾿ ἐπίσημον ἑκάστωι