...Καὶ πύλας τῆς πόλεως καὶ τέμαχος τῆς ἁλύσεως, ἣ διαταθεῖσα ξυνεῖχε τὸν ναύσταθμον, τοῖς ἐν Συρίᾳ ὁμογενέσι μετὰ πλοίων πεπόμφασι καὶ διαφῆκαν ἀγγέλους ἁπανταχῇ τὴν τῆς πόλεως διατρανώσοντας ἅλωσιν.
Δεῆσαν δὲ καὶ βασιλέα χρισθῆναι, εἰς τὸν μέγιστον νεὼν παραγίνονται τῶν ὁπαδῶν τοῦ Χριστοῦ· ἐκεῖσε γὰρ συνερχόμενοι περὶ τῶν πρακτέων σφίσιν ἐβουλεύοντο. καὶ τὰ μὲν πρῶτα κατά τι πάτριον ἔθιμον κρατῆρας τέσσαρας στοιχηδὸν ἐσκέπτοντο διαθέσθαι, ὧν εἷς τὴν ἀναίμακτον θυσίαν στέγειν ἤμελλε, καὶ οὕτως ἐνδοῦναι τοῖς θυηπόλοις ἐφ᾿ ἑκάστῃ κλήσει τῶν εἰς ἀρχὴν ἐπιλεγέντων αἴρειν ἕνα τῶν σκύφων καὶ προσάγειν αὐτοῖς· ἐκεῖνος δ᾿ ἦν ὁ τῶν λοιπῶν εἰς τὴν ἀρχὴν προκριθησόμενος, ὁ καὶ λαχὼν τὸ ποτήριον τὸ τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ μέτοχον.
Δόξαν δὲ τῷ Βενετίας δουκὶ τῷ Δανδούλῳ εἰς ψῆφον ἀπολυθῆναι τὴν πρόβλησιν, ἐκλέγονται ψηφηφόροι πέντε μὲν ἐκ τοῦ τῶν Φραγγίσκων καὶ Λαμπάρδων γένους, οἱ παρ᾿ ἐκείνοις ἄριστοι, ἐκ δὲ τῶν Βενετίκων ὁμοίως ἕτεροι πέντε. καὶ τῆς τῶν πλειόνων ψήφου κρατησάσης ὁ τῆς ἀρχῆς ἔπεσε κλῆρος πρὸς Βαλδουῖνον τὸν τῆς Φλάντρας κόμητα, πλήν, ὡς ᾔδετο παρὰ πᾶσι, κατὰ δόλον τε καὶ περίνοιαν τοῦ δουκὸς Βενετίας Δανδούλου.
Πηρὸς γὰρ ὢν οὗτος τὰς ὄψεις καὶ τοῦ κλήρου κατὰ τοῦτο τῶν ἀρξόντων διαγραφεὶς ἠβούλετο χειρίζειν τὴν βασιλείαν τὸν τὸ ἦθός τε ἱλαρώτερον καὶ μὴ τὸ φρονεῖν ἀρχικώτερον, τὸ δ᾿ ἐν μείζονι παρ᾿ ἐκείνῳ μᾶλλον σπουδῇ, καὶ τὴν ἰδίαν χώραν κληρούμενον τῶν τῆς Βενετίας ὅρων διισταμένην κατὰ πολύ, ὡς εἴ ποτε διχονοήσειαν ἀλλήλοις βασιλεὺς καὶ Βενέτικοι, μὴ εἴη ἐκ τοῦ σχεδὸν βασιλεῖ δυνάμεις πλείους οἰκειακὰς μεταπέμπεσθαι ἢ γοῦν εὐμαρῶς εἰσιέναι τὰ Βενετίκων ὅρια καὶ ταῦτα ὁπωσδὴ κατατρέχειν καὶ σίνεσθαι, ἃ δὴ πάντα ᾔδει πρὸς ἰσχύος ἔχοντα δρᾶν τὸν Βονιφάτιον μαρκέσιον ἐκ Λαμπαρδίας τὴν γένεσιν ἕλκοντα· Λαμπαρδίαν δὲ οἰκεῖσθαι παράλιον καὶ ῥᾳδίας εἶναι τὰς ἐκεῖθεν εἰς τὴν Ῥωμαίων ἐκπλοίας, καὶ Βενετίᾳ δὲ ἀγχουροῦσαν πολλὰ ἂν κατ᾿ εὐπέτειαν Βενετίκοις κακουργεῖν ἀποτρόπαια. ὑπ᾿ ἐννοιῶν τοίνυν τοιῶνδε μὴ πάντῃ ἀλογίστων κεκινημένος ὁ Δάνδουλος, καὶ τὰ πολλοῖς τῶν ὁρώντων δυστέκμαρτα ταῖς τοῦ νοῦ καταλαμβάνων ὁράσεσιν ὁ πηρὸς ἐκεῖνος τὰς κόρας τοῦ σώματος παρεκρούσατο μὲν τὸν Βονιφάτιον μαρκέσιον, τῶν δὲ Βενετίκων καὶ τῶν Φραγγίσκων εἰς μίαν συνδραμόντων γνώμην τὸν Βαλδουῖνον ἀνθείλετο, εἰδὼς ἐκ τῶν κάτω Γαλλιῶν ὁρμώμενον, Γαλλιῶν δὲ καὶ Βενετίας ἐς τοσοῦτον τοὺς ὅρους ἀφεστάναι, ἐς ὅσον Βενετία Ῥωμαίων ἀποσχοινίζεται, καὶ ἅμα οἱ Βαλδουῖνον ὅλῃ ψυχῇ προσκεχηνότα καὶ ἀσμένως ὡς πατρὶ προσφερόμενον, μήτε μὴν ὑπὸ χρονίας γυμνασίας ἐντακέντα πράγμασιν, ὁποῖον ἠπίστατο τὸν μαρκέσιον· οὐ γάρ πω Βαλδουῖνος τριάκοντα καὶ δύο ἔτη γεγένητο...
ολόκληρο το κείμενο της Χρονικής Διηγήσεως (από Εθνικό Καποδιστριακό Πανεπιστήμιο)