03 f. ΠΑΙΔΙΑ

Ir a descargar

ἔστι τις κώμη πέλας τῆς οἰκίας ἡμῶν· ἐν δὲ τῇ κώμῃ οἰκίαι εἰσὶ πολλαί, καὶ ἐν ταῖς οἰκίαις πολλὰ παιδία· καὶ παιδίσκοι καὶ κόραι ἔνεισιν ἐν τῇ κώμῃ. οἱ δὲ παιδίσκοι καὶ αἱ κόραι παίζουσιν. ἄλλοτε δύο στίχοι εἰσίν, ἕτερος μὲν στίχος παιδίσκων, ἕτερος δὲ κορῶν. καὶ ὁ ἕτερος στίχος ἐναντίον ἐστὶ τοῦ ἑτέρου. καὶ ᾄδουσιν οἱ στίχοι.

ὁ μὲν ἕτερος στίχος ᾄδει·

ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ σέλινα;

ὁ δ’ ἕτερος στίχος ᾄδει·

ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα.

καὶ ἐν ᾧ ᾳδουσι, χορεύουσιν πρὸς ἀλλήλους· προχωρεῖ μὲν ὁ ἕτερος στίχος, ἀναχωρεῖ δὲ ὁ ἕτερος.

αἱ δ’ αὖ κόραι παίζουσιν καὶ ὧδε. μία μὲν καθίζει ἐν μέσῳ, αἱ δ’ ἄλλαι κύκλῳ περιτρέχουσι καὶ χορεύουσι, καὶ ᾄδουσι·

χέλει-χελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ;

ἡ δ᾽ ἐν μέσῳ ᾄδει·

πλέκω τὰ ἔρια καὶ κρόκην Μιλησίαν.

παίζει δὲ τὰ παιδία πολλὰ καὶ ἄλλα, περὶ ὧν ὕστερον.