09 c. ΘΑΛΑΤΤΑ

ὅταν ᾖ γαλήνη, γελᾷ ἡ θάλαττα ὥσπερ προσκαλοῦσα ἡμᾶς· ἡμεῖς δὲ συνήθως καθέρπομεν πρὸς τὸν αἰγιαλόν, καὶ δὴ καὶ πλέομεν ἐν πλοίῳ. ἡμέρα ἕκτη αὕτη, καὶ κατήλθομεν πρὸς τὸν αἰγιαλόν· εὕρομεν δ' ἄνθρωπόν τινα καθίζοντα ἐπὶ πέτρου, ὃς μάλα σκυθρωπὸς ἐδόκει εἶναι. καὶ ἐγώ, "χαῖρε, ἔφην, ὦ τάν· διὰ τί σκυθρωπὸς ὢν προσβλέπεις οὕτω τὴν θάλατταν; ἆρ' οὐ γαλήνη;" ὁ δ' ἔφη, "γαλήνη δή· ἀλλὰ διὰ τί; ὅτι σύκων ἐπιθυμεῖ ἡ θάλαττα," πρὸς ταῦτ' ἐγω, "ποίων σύκων, ὦ θαυμάσιε; τίς γὰρ δή ποτ' ἤκουσε τὴν θάλατταν σύκων ἐπιθυμοῦσαν;" καὶ ὅς, "λέξω σοι, ἔφη, ἐὰν ἐθέλῃς ἀκούειν. ἐγὼ γὰρ πρὶν μὲν ἦν βουκόλος, καὶ εἶχον βοϊδίων ἀγελήν· ἀλλ' οὐκ ἤρεσε μοι τὸ βουκολεῖν· ἤθελον γὰρ πλουτεῖν ταχέως. ἐπώλησα οὖν τὰ βοΐδια, καὶ ἠγοράσας σῦκα· πωλήσας δὲ τὰ βοΐδια, καὶ ἀγοράσας τὰ σῦκα, ἐπὶ πλοῖον ἐπιβαίνω ἔχων τὰ σῦκα, καὶ πλέω ἐπὶ Βυζαντίου, ἔμπορος δὴ ὤν. ἀλλ' ἄνεμος μέγας ἔπνει, καὶ κατέδυσε τὸ πλοῖον, καὶ ἐναυάγησα· τὰ δὲ σῦκα φροῦδα ἦν ἤδη. λαβούσης δ' τῆς θαλάττης τὰ σῦκα, πάλιν ἦν γαλήνη. ὥστε δοκεῖ μοι ἡ θάλαττα σύκων ἐπιθυμεῖν, ὅταν ᾖ γαλήνη." πρὸς ταῦτ' ἐγώ, "σοφὸς μεν, εφην, ὁ Πίττακος καὶ οἱ ἄλλοι τῶν ἑπτά· σὺ δ', ὦ μακάριε, σοφώτερος εἶ αὐτῶν." ὁ δ' εἶπεν, "εἶεν δὴ σοφοὶ ἔμουγ' ἕνεκα· εἰ γὰρ ἔχοιμι πάλιν τὰ σῦκα. χαλεπὸν ἄρα ἡ σοφία μετὰ πενίας· οἱ δὲ ἑπτὰ οὐ κατ' ἐμὲ σοφοὶ ἦσάν που· καὶ γὰρ εἶχον σῦκα, ὅσα ἐθέλοιεν." καὶ μετὰ ταῦτα ἐσίγα, καὶ οὐκέτ' ἤθελε λέγειν οὐδέν.

View more presentations from Ana Ovando.