04 f. ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ

ΔΙΔΑΣΚΑΛΟΣ

οὐκ ἔχομεν ἡμεῖς, ὥσπερ καὶ ὑμεῖς, οἶκον μέγιστον ἐν ᾧ διδάσκουσι πολλοὶ διδάσκαλοι· παρ᾽ ὑμῖν γάρ ἐστιν οἶκος ὃς πολλὰ ἔχει δωμάτια, ἄλλα μὲν μεγάλα, ἄλλα δὲ μικρότερα· εἰσὶ δὲ καὶ διδάσκαλοι πολλοί, εἷς μὲν ἀρχιδιδάσκαλος, ἕτεροι δ’ ὑποδιδάσκαλοι. ἐμοὶ δ’ ἐστὶ παιδαγωγὸς μέν, ὃς δοῦλός ἐστι, καὶ ἄγει με εἰς τὴν κώμην παρὰ τὸν διδάσκαλον· διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν δένδρων ἔξω.

ὑμεῖς μὲν γράφετε καλάμοις ἐν παπύρῳ ἢ γύψῳ ἐν τῷ τοίχῳ· ἡμεῖς δὲ γράφομεν στύλῳ ἐν πινακίῳ, ἢ ξύλῳ ἐπὶ τῆς γῆς. ἆρ᾽ ἀγνοεῖ, ποῖα ἐστὶ τὰ πινάκια ἡμῶν; λέγω δή. ξύλινα μέν ἐστι ταῦτα τὰ πινάκια, ἔστι δ’ ἐπ᾽ αὐτῶν μάλθα ἐν ᾗ γράφομεν τοῖς στύλοις· καὶ μετὰ ταῦτα λεαίνομεν τὴν μάλθαν, καὶ λεία ἐστὶν ἤδη· ὥστε γράφομεν πολλάκις ἐν τῇ αὐτῇ μάλθῃ· οὕτως οὐ δεῖ ἡμῖν πολλῶν πινακίων, τὰ δὲ αὐτὰ πινάκια ἱκανά ἐστιν. ἆρ’ ἀγνοεῖς τὴν μάλθαν, ὅ τι ἐστί; ἦ που δεινὸς εἶ σύ γε μανθάνειν.

γράφομεν δὴ οὕτως. γάμμα ῥῶ ἄλφα φῖ οὖ μῦ εἶ νῦ, τοῦτ᾽ ἐστί, γράφομεν· εἶ πῖ ἰῶτα, ἐπί· ταῦ οὖ ὖ, τοῦ· πῖ ἰῶτα νῦ ἄλφα κάππα ἰῶτα οὖ ὖ, πινακίου. γράφομεν δὲ καλῶς· οὐ γὰρ ἐθέλομεν πληγὰς λαμβάνειν. καὶ γὰρ ἔχει ξύλον ὁ διδάσκαλος, ᾧ παίει ἡμᾶς ἐνίοτε· ἀλλ’ οὐ πολλάκις παίει τὰ παιδία τῷ ξύλῳ, ἐπεὶ εὔκολός ἐστιν. οἱ δὲ δύσκολοι διδάσκαλοι πολλάκις παίουσι τὰ παιδία, ἐν ᾧ χρόνῳ διδάσκουσιν.

πρὸς δὲ τούτοις μανθάνομεν ἀναγιγνώσκειν τὰ τῶν ποιητῶν, καὶ δὴ καὶ ἐκμανθάνομεν, ὥστε λέγειν ἄνευ πινακίου καὶ ἄνευ βιβλίου. ποιητῶν τοι ὁ μέγιστός ἐστιν Ὅμηρος, μανθάνομεν δὲ ἀναγιγνώσκειν τὰ τοῦ Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ τὴν Ὀδυσσείαν. μαθηταί ἐσμεν καλοί, καὶ μανθάνομεν εὖ, ἐπεὶ οὕτως εὔκολός ἐστιν ὁ διδάσκαλος· ὁ δὲ σοφώτατός τίς ἐστι, καὶ δυνατός ἐστι λέγειν πάντα τα Ὁμηρικὰ ἄνευ βιβλίου.

View more presentations from Ana Ovando.