08 d. ΡΑΨΩΙΔΟΣ

φοιτῶσι παρ' ἡμᾶς ἐνίοτε καὶ ῥαψῳδοί· οἱ δὲ ῥαψωδοί τοι ἔχουσι λέγειν πάντα τὰ τοῦ Ὁμήρου ἄνευ βιβλίων. ἄλλοι τῶν ῥαψῳδῶν οὐχ ὁρῶσιν τὸν ἥλιον, ἀλλὰ τυφλοί εἰσιν· ὀφθαλμοὺς μὲν ἔχουσιν, ὡς δοκεῖ, ἀλλ' οὐχ ὁρῶσιν. διὰ ταῦτα οὐδὲν ἔργον ἐστὶν αὐτοῖς ἄλλο ἢ τὸ ῥαψῳδεῖν. ἔχουσι δὲ καὶ σκῆπτρα, οἷς παίουσι τὴν γῆν ἐν ᾧ χρόνῳ περιπατοῦσιν. οὐ γὰρ καλόν ἐστιν ἔρρειν ἐκ τῆς ὁδοῦ· καὶ βλέπουσιν οὐδέν. εἷς τις δὴ ῥαψῳδὸς ἑσπέρας πάρεστι. παίει τὴν θύραν τῷ σκήπτρῳ καὶ βοᾷ· "τίς ἔνδον;" ὑπακούει τις τῶν οἰκετῶν, καὶ ἀνοίγει τὴν θύραν, καὶ ἐρωτᾷ, "τίς πόθεν εἶ σύ, καὶ τί ἐθέλεις;" ὁ δὲ λέγει πρὸς ταῦτα, "ἑγὼ μέν εἰμι ῥαψῳδός, καὶ ἐθέλω μένειν παρ' ὑμῖν τήμερον· σιτίων δεῖ μοι καὶ οἴνου καὶ ὕπνου· ἀνθ' ὧν ἀκούετέ μου, ἐγὼ δὲ ῥαψῳδῶ τὰ Ὁμηρικά, ὅσα ἐθέλετε." πρὸς ταῦτα λέγει ὁ οἰκέτης, "κάθιζε δή, ὦ ξένε, καὶ ἔσθιε καὶ πῖνε ὅσα ἐθέλεις· ἔχομεν γὰρ ἅλις. καὶ μετὰ τὸ δεῖπνον ῥαψῴδει μὲν σύ, ἡμεῖς δἐ ἀκούομεν ἄσμενοι."

View more presentations from Ana Ovando.

VIIId ΡΑΨΩΙΔΟΣ