06. ΦΙΛΟΣΟΦΟΣ

ὁ ἀδελφός μου αἰεὶ κλαίει, ἐγὼ δὲ αἰεὶ γελῶ· ὥστε οἱ φίλοι καλοῦσιν ἐμὲ μὲν Δημόκριτον, ἐκεῖνον δὲ Ἡράκλειτον. οὗτοι γαρ οἱ ἄνθρωποι φιλόσοφοι ἦσαν, διότι ἐφίλουν δὴ τὴν σοφίαν· ὁ δὲ Δημόκριτος ἐγέλα τοῖς ἀνθρώποις, διότι μῶροι δή εἰσιν, ὁ δ' Ἡράκλειτος ἔκλαιεν τὴν κακὴν τυχὴν αὐτῶν. πάνυ κακή, ἐμοὶ μὲν δοκεῖ ἡ τυχὴ τῶν ἀνθρώπων οὐ πάνυ κακή, ὥστε γελῶ. ἔχω γὰρ ὑγίειαν καὶ ἰσχυρός εἰμί, ἔχω δὲ ἅλις σιτίων, οἰκῶ δ' ἐν καλῇ οἰκίᾳ· ἔστι γὰρ ἡμῖν, ὥσπερ λέγει ἡ παροιμία, ἀγαθῶν θάλαττα. ἐγὼ δὲ τοῦ ἀδελφοῦ γεραίτερός εἰμι, ὥστε οὐ τοσοῦτον ἔχει ὁ ἀδελφός, ὅσον ἐγώ· κλαίει διὰ τοῦτ' ἄρα. λέγω δὲ αὐτῷ "θάρρει, ὦ ἄδελφε· ἀγαθὸν καὶ μᾶζα μετ' ἄρτον, κατὰ τὴν παροιμίαν." ὁ δέ φησιν, "ἄχρι κόρου σκώπτεις· σῖγα. τὰ δίκαια αἰτῶ, ἴσον ἔχειν σοι. ἐσμὲν γὰρ καὶ ἐγὼ καὶ σὺ υἱοὶ τοῦ Θρασύλλου."