08 c. ΜΑΧΗ

νεωστὶ ἦλθεν ἄγγελος εἰς τὴν κώμην, ὃς εἶπεν, ὅτι οἱ Βοιωτοὶ εἰσέβαλον εἰς τὴν Ἀττικήν, μετὰ πεντακοσίων ὁπλιτῶν· φέρειν ἄγειν ἔφη τὰ ζῷα, καὶ τὰ ἄλλα, ὅσα ἔνεστιν ἐν τοῖς χωρίοις καὶ ταῖς κώμαις. παρεσκευάζομεν οὖν καὶ ἡμεῖς τοὺς ὁπλίτας· ἦσαν δὲ σχεδὸν δισχίλιοι, καὶ ἐπῆλθον δρόμῳ ἐπὶ τοὺς πολεμίους. μετὰ τρεῖς ἡμέρας κατῆλθον· πολλοὶ μὲν τραυματίαι ἦσαν, πολλοὶ δ' ἀπέθανον ἐν τῆ μάχῃ· ἀλλ' ἐνίκησαν τοὺς Βοιωτούς, καὶ ἀπέκτειναν τοὺς πολλούς, εἰς τετρακοσίους, τοὺς δ' ἑκατὸν ἐζώγρησαν. ἐπειδὴ δ' ἑωρῶμεν τοὺς πολεμίους, πολὺ ἐχαίρομεν καὶ τῇ ὑστεραίᾳ ἐπωλοῦμεν τοὺς αἰχμαλώτους, ὥστε δοῦλοι ἦσαν. ταῦτα μὲν δὴ ποιοῦμεν τοὺς πολεμίους.

Imágenes