03 h. ΚΩΜΗ

Ir a descargar

τὸ χωρίον ἐν ᾧ οἰκοῦμεν ἐγγύς ἐστι κώμης· ἆρα γιγνώσκεις ὅ τι ἐστὶ κώμη; λέγω δή. ἐν τῇ κώμῃ οἰκίαι εἰσίν, οἱ δὲ ἐν τῇ κώμῃ ἄνθρωποι, κωμηταί. καὶ ἐν τῇ ἡμετέρᾳ κώμῃ ἀγορά ἐστιν· μικρὰ μὲν ἡ κώμη, μικρὰ δὲ καὶ ἡ ἀγορά· καὶ δὴ καὶ τὸ χωρίον ἡμῶν μικρόν. καὶ ἐν τῇ ἀγορᾷ ἀγοράζουσι μὲν οἱ ἀγορασταί, πωλοῦσι δὲ οἱ πωληταί. ἐγὼ δέ, ὃς λέγω, μικρός εἰμί· ἀλλ’ ἡ τροφός μου οὔκ ἐστι μικρά. οὐδὲ οἱ λόφοι μικροί, οἳ περιέχουσι τὸν τόπον κύκλῳ· ὑψηλοὶ γάρ εἰσιν οἱ λόφοι. ἀλλὰ οἱ ὑψηλοὶ λόφοι μικρὰν κώμην περιέχουσι. λέγω δὴ πολλάκις τὰ περὶ τῆς κώμης· ἡ μνήμη γὰρ ἡ τῶν ἀνθρώπων οὐ ῥᾳδίως κατέχει τοῦτο, ὃ λέγομεν ἅπαξ. οὕτως λέγει ὁ διδάσκαλος. οὐ δήπου νῦν ἀγνοεῖς οὔτε τὰ περὶ τῶν λόφων οὔτε τὰ περὶ τῆς κώμης, οὔθ’ ὅπως ὀνομάζομεν τὴν τροφὸν ἡμῶν. οὔθ’ ὅτι Ἑλένη ἡ ἀδελφή μου, οὔθ’ ὅτι ἐγὼ υἱός εἰμι τοῦ τε Θρασύλλου καὶ τῆς Εὐρυδίκης. τίς δῆτα ἀγνοεῖ;

View more documents from Ana Ovando.