09 b. ΠΙΘΗΚΟΣ

εἴδομεν τήμερον θαυμάσιόν τι, θαυμασιώτατον μὲν οὖν, οἷον οὐδεὶς πρότερον εἶδεν, ὡς νομίζω, οὐδεπώποτε. ἦλθε γὰρ ξένος τις Αἰγύπτιος, ὃς εἶχε ζῷον ὅμοιον μὲν ἀνθρώπῳ, μικρὸν δέ· φεῦ· ὡς ἐγελῶμεν ἰδόντες τὸ ζῶον. καὶ τοῦτο τὸ ζῷον ἔφασκεν εἶναι ὁ ξένος πίθηκον. οὗτος τοίνυν ὁ πίθηκος μικρότερος ἦν παιδίου καὶ πάνυ μικροῦ εἶχε δὲ χλαῖναν μικράν, καὶ δὴ καὶ βλαύτας, καὶ πέτασον ἐπὶ τῆς κεφαλῆς. κόμας δ' εἶχεν ὁ πίθηκος κατὰ τὸ πρόσωπον ὅλον, καὶ ἔβλεπε δόλιον· ἔφασκε δ' ὁ ἄγων πολυμήχανόν τ'εἶναι, καὶ κλέπτην. ἵστησι δ' ὁ ἄγων τὸν πίθηκον ἐγγύς μου· ἐγὼ δὲ δίδωμι αὐτῷ κάρυον· ἰδού, τίθησι τὸ κάρυον ὁ πίθηκος μεταξὺ τῶν ὀδόντων, καὶ πιέζει τὸ κάρυον τοῖς ὀδοῦσιν, καὶ συνθραύει· τὸ μὲν ἔξω τοῦ καρύου ἀποβάλλει, τὸν δὲ κόκκον κατεσθίει ὥσπερ καὶ ἄνθρωπος. ἐπεὶ δ' ἔφαγε τάχιστα τὸν κόκκον, τίθημι παρ' αὐτῷ ποτήριον οἴνου· ὁ δὲ πίθηκος εὐθὺς λαβὼν τὸ ποτήριον πίνει τὸν οἶνον, καὶ τὸ ποτήριον καταβάλλει χαμαί. μετὰ ταῦτα τίθησι τὸν πέτασον χαμαὶ ὕπτιον, ὥστε τὸ κοῖλον τοῦ πετάσου ἄνω εἶναι· ἵνα δὴ εἰσβάλωμεν καὶ ἄλλα κάρυα. ἡμεῖς δὲ μόνον οὐκ ἐξεθάνομεν γελῶντες.

ἔπειτα μετὰ ταῦτα ἐρωτῶ τὸν ἄγοντα· "ποῖόν τι, ὦ ξένε, λέγεις τοῦτο τὸ ζῷον; θαυμασίως γὰρ ὡς ὅμοιόν ἐστιν ἀνθρώπῳ." ὁ δἐ ξένος, "καὶ μήν, φησίν, μιμηλότατόν γ΄ἐστὶ τὸ ζῷον· καὶ ὅ τι ἂν ἐδιδάξῃς τοῦτο καὶ ποιεῖ ἀκριβῶς. χορεύει γοῦν, ἐὰν μάθῃ, καὶ αὐλεῖ, ἐὰν ἐκδιδάξῃς. ἐγὼ δὲ καὶ πίθηκον εἶδον ἡνίας κατέχοντα καὶ ἅμαξαν μικρὰν ἐλαύνοντα. ἔστιν ὅτε καὶ μὴ διδακτὸς ταὐτὰ ποιεῖ ἅπερ οἱ ἄνθρωποι. ἦν γάρ τις τροφὸς ἐν Αἰγύπτῳ ἥτις ἔλουε παιδίον ἐν σκάφῃ. ἡ δὲ πρῶτον μὲν κατατίθησι τὴν σκάφην χαμαί· ἔπειτα δὲ λύει τὰ σπάργανα τοῦ παιδίου, εἶτα λούσασα τὸ παιδίον τίθησιν αὐτὸ ἐν τόπῳ τινὶ ἡσύχῳ, καὶ ἀποχωρεῖ. ὁ δὲ πίθηκος ἰδὼν ταῦτα, ἀποχωρησάσης τῆς τροφοῦ, εἰσθρώσκει εἰς τὴν οἰκίαν διά τινος θύρας· ὡς δ' εἶδεν ἐρημίαν οὖσαν ἐν τῇ οἰκίᾳ αἰρει τὸ παιδίον ἐκ τῆς εὐνῆς, καὶ λύει τὰ σπάργανα ὥσπερ καὶ εἶδε τὴν τροφὸν λύουσαν· ἰδὼν δὲ σκάφην τινα ἣ ἔτυχε ζέουσα, κατατίθησι τὸ παιδίον εἰς τὴν σκάφην τὴν ζέουσαν, καὶ μέντοι καὶ ἀπέκτεινεν αὐτὸ κάκιστα."

πρὸς ταῦτ' ἐγώ, "φέρ' ἴδωμεν, φημί, ἔχομεν γὰρ καὶ ἡμεῖς παιδίον ἔνδον." ἡ δἐ τροφὸς εὐθὺς βοᾷ "εὐφήμει, ὦ Θρασύμαχε, μὴ πλήγας λάβῃς." καὶ ἐγὼ μὲν ἐσιώπων· ὁ δὲ ξένος ἔλεγεν, "ἐὰν σύ, ὦ κάκιστε, οὕτως λέγεις περὶ τοῦ ἀδελφοῦ, ἴσως ἂν μεταλλάττοιεν τὴν μορφήν σοι οἱ θεοί, ὥστε πίθηκον σ' εἶναι αὐτόν." καὶ ἐγὼ ἐβόων, "φεῦ· μὴ γένοιτο τοῦτό γε· σκώπτων γὰρ ταῦτ' εἶπον." ὁ δ' ἔλεγε, "καὶ δὴ καὶ σκώπτοντες ἂν ποιοῖεν τοῦτο οἱ θεοί." μετὰ ταῦτα φόβος μ' είχε πολύς, μὴ οἱ θεοὶ ἀκούσαντες μεταλλάττοιέν μ' ὥστε πίθηκον εἶναι.

IX ΠΙΘΗΚΟΣ

View more presentations from Ana Ovando.