12. ΑΚΡΟΠΟΛΙΣ

φαίνεται καὶ ἐνθένδε ἡ πόλις ἡ τῶν Ἀθηναίων · λέγω δὲ τὴν ἀκρόπολιν · ἡ γὰρ ἀκρόπολις πέτρα ἐστὶν ἐν μέσῃ τῇ πόλει, καὶ ἐπὶ τῆς ἀκροπόλεως ναοί εἰσι πολλοί, τῆς τ΄ Ἀθήνης καῖ τῶν ἄλλων θεῶν. ἦν μὲν τὸ πάλαι δῶμα βασιλικὸν ἐπὶ τῆς ἀκροπόλεως · νῦν δὲ δημοκρατίας οὔσης ἐπαύσατο μὲν βασιλικὸν ὄν τὸ δῶμα, οὐκέτι μὲν οὖν ἔστι δῶμα · ἀλλὰ ναοὶ ἔνεισιν ἀντὶ τούτου. ἔστι μὲν ναὸς τῆς Ἀθήνης μέγιστος καὶ κάλλιστος, ἔστι δὲ τῆς Νίκης, εἰσὶ δὲ καὶ ἄλλων θεῶν, ὧν τὰ ὀνόματα διηγήσομαι ὕστερον, ὅταν μάθῃς κάλλιον τὴν ἡμετέραν γλῶτταν. οὐ γὰρ ῥᾴδιον διηγεῖσθαι τῷ μὴ ἔχοντι ἐπιστήμην. περιέχει δὲ τὴν ἀκρόπολιν τείχη, ἅπερ μετὰ σπουδῆς ᾠκοδόμησαν εὐθὺς μετὰ τὰ Μηδικὰ · ἴδοις δ' ἄν ἐν μέσοις τοῖς τείχεσιν καὶ ἐρείπια ἀρχαίων ναῶν καὶ στήλας τῶν ἀποθανόντων. ὕψος δ' ἔχει τὰ τείχη πήχεις μάλιστα τριάκοντα.

View more presentations from Ana Ovando.