04 a. ΚΗΠΟΣ

καὶ κύκλῳ περὶ τὴν οἰκίαν ἀγροὶ μέν εἰσιν, οὓς γεωργοῦμεν, καὶ ἄλλος ἐστὶ τόπος ἐν ᾧ αἱ ἀμπέλοι, ἔστι δὲ καὶ κῆπος, ἐν ᾧ κηπεύομεν. καὶ περὶ μὲν τῆς γεωργίας ὕστερον λέγω· περιέχει δὲ ὁ κῆπος τὴν οἰκίαν, ἐν δὲ τῷ κήπῳ πολλὰ καὶ ἄλλα πάρεστι βλέπειν, καὶ δὴ καὶ λάχανα καὶ πόαν καὶ ἴα καὶ ῥόδα. καὶ ἀπὸ τῆς ἀμπέλου δρέπομεν σταφυλάς· καὶ τῶν σταφυλῶν τὰς μὲν ἐσθίομεν, τὰς δὲ ξηραίνομεν, τὰς δὲ πατοῦμεν ἐν τῇ ληνῷ, καὶ ποιοῦμεν οὕτως οἶνον, δρέπομεν δὲ καὶ σῦκα ἀπὸ τῶν συκῶν, καὶ ἐλαίας ἀπὸ τῶν ελαιῶν. περὶ τούτων ὕστερον λέγω· νῦν γὰρ οὐ πάρεστιν. οἴμοι· φεῦ· ὡς πολλάκις λέγω τὸ αὐτό· καὶ γὰρ οὐ γιγνώσκετε οὔπω τὴν Ἑλληνικὴν γλῶτταν. ἀλλὰ ῥᾳδία μᾶλλον δοκεῖ εἶναι καθ᾽ ἡμέραν, ὡς νομίζω. πῶς γὰρ οὔ; ἐγὼ μὲν οὐ δεινός εἰμι λέγειν, σὺ δέ που δεινὸς εἶ μανθάνειν.