03 a. ΑΓΡΙΑ ΔΕΝΔΡΑ

Ir a descargar

ταῦτ’ ἐστί τοι δένδρα ἥμερα· ἔστι δὲ καὶ ἄγρια δένδρα ἐπὶ τῶν λόφων. καὶ δὴ ἐρωτᾷς, τί ποτ᾽ ἐστὶν ἄγριον καὶ τί ἥμερον· λέγω οὖν σοι καὶ ταῦτα, καὶ μανθάνεις σὺ ἐν ᾧ λέγω. τὰ μὲν ἥμερα δένδρα ταῦτ᾽ ἐστίν, ἅπερ φυτεύομεν ἐν τῷ κήπῳ ὥσπερ καὶ τὰ ἥμερα ζῷα ταῦτ’ ἐστίν, ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ καὶ ἐν τῷ χωρίῳ. ἀλλὰ τὰ ἄγρια δένδρ’ ἐστὶ ταῦθ’, ἃ μὴ φυτεύομεν, ὥσπερ καὶ τὰ ἄγρια ζῷα ταῦτ’ ἐστίν, ἃ μὴ τρέφομεν. ἐπὶ οὖν τῶν λόφων ἐστὶ τὰ ἄγρια δένδρα, καὶ δὴ καὶ τὰ ζῷα τὰ ἄγρια. ποῖα δ’ ἐστὶ τὰ δένδρα τὰ ἄγρια; ἔστι μεν ἄλλα, περὶ ὧν ὕστερον· νῦν δὲ λέγω ἔνια αὐτῶν· ἔστι μὲν πεύκη, ἔστι δὲ φηγός, ἔστι δὲ καὶ ἰτέα καὶ πτελέα· ὅπου δὲ πολλὰ δένδρα ὁμοῦ ἐστιν, ταύτην ὕλην ὀνομάζομεν. δ’ ἕκαστον δὲ δένδρον κλάδους ἔχει, ἔκαστος δὲ κλάδος φύλλα. ἡ δ’ ὕλη πολλὰ δένδρ’ ἐνέχει, καὶ φηγοὺς καὶ ἰτέας καὶ πεύκας καὶ πτελέας· καὶ τὰ δένδρα πολλοὺς ἔχει καὶ κλάδους καὶ φύλλα. ταῦτ’ ἐστὶν ὑψηλὰ τὰ δένδρα· τὰ δὲ μὴ ὑψηλά, δρυμοὺς λέγομεν. ὑψηλὰ μὲν τὰ δένδρα, ταπεινοὶ δὲ οἱ δρυμοί.

View more presentations from Ana Ovando.