02. ΤΟ ΧΩΡΙΟΝ

Ir a descargar

λέγω δή σοι, ὦ φίλε, ὅτι ἐν χωρίῳ οἰκοῦμεν, καὶ ὅτι τέκνα ἐσμὲν τοῦ Θρασύλλου καὶ τῆς Εὐρυδίκης ἐγω τε καὶ Θρασύστομος καὶ Ἑλένη. ἐν δὲ τῇ οἰκίᾳ ἡμῶν οἰκεῖ τις καὶ ἄλλη· ἡ δ’ ἐστὶ τροφός, καὶ ὀνομάζουσι τὴν τροφὸν ἡμῶν Λαδίκην. ἆρ’ ἐρωτᾷς, ποῖόν τί ἐστι τροφός; καὶ δὴ λέγω. τροφὸς γὰρ τρέφει τὰ μικρὰ τέκνα. ἡ οὖν τροφὸς ἡ ἡμετέρα οἰκεῖ μεθ’ ἡμῶν ἐν τῇ οἰκίᾳ.

οὐκ ἄδηλόν πού ἐστί σοι ὅτι οἰκοῦμεν ἅμα, ἐγώ τε καὶ ὁ Θράσυλλος ὁ γεωργός, καὶ ὁ ἀδελφός μου Θρασύστομος, καὶ ἡ ἀδελφὴ Ἑλένη, καὶ ἡ Εὐρυδίκη, ἧς τέκνα ἐσμέν, καὶ ἡ Λαδίκη, ἥ τροφός ἐστιν. καὶ ἐν ᾦ χρόνῳ λέγω σοι, μανθάνεις ἕκαστα. δῆλον οὖν δή πού ἐστι, διὰ τί λέγω πολλάκις ἔκαστα. καὶ ἐν ᾧ ἐγὼ λέγω, σὺ ἀκούεις.

ἔπειτα λέγω περὶ τοῦ ἡμετέρου χωρίου. τὸ γὰρ ἡμέτερον χωρίον λόφοι περιέχουσιν. ἆρ’ ἐρωτᾷς τί ποτ’ ἐστι λόφος; λέγω δή. λόφος γάρ ἐστι τόπος ὑψηλός, ἡ δὲ γῆ ἣν γεωργοῦμεν οὔκ ἐστιν ὑψηλή, ἀλλ’ ἔστιν ὁμαλή. ἆρα νῦν δῆλον ὅ τι ἐστὶ λόφος; εἰ μὴ δῆλον, λέγω ἄλλως δή. ἔστι γάρ τοι λόφος μάλιστα ὑψηλὸς ἐν Ἑλβετίᾳ, ὃν ὀνομάζουσι Λόφον Λευκόν· ἔστι δὲ καὶ ἐν Σκωτίᾳ λόφος Νέβις, καὶ ἐν Ἱβερνίᾳ λόφοι Πυρηναῖοι, καὶ ἄλλοι ἐν Ἰταλίᾳ Ἀπεννῖνοι· νῦν που δῆλόν ἐστί σοι. ἀλλὰ οἱ λόφοι οἱ ἡμέτεροι οὔκ εἰσιν οὕτως ὑψηλοὶ ὡς οἱ Πυρηναῖοι· μικροὶ γὰρ μᾶλλόν εἰσιν οἱ ἡμέτεροι. περιέχουσιν οὖν οἱ λόφοι τὸ χωρίον ἡμῶν κύκλῳ, ὑψηλοὶ μέν, ἀλλ’ οὐχ οὕτως ὑψηλοὶ ὡς καὶ ἄλλοι. ἐν μέσῳ δὲ τῶν λόφων τὸ χωρίον ἐστίν, ἐν ᾦ γεωργοῦμεν.

καὶ οὐ μόνον τὸ ἡμέτερον χωρίον ἐστὶν ἐνταῦθα, χωρία δ’ ἐστὶν ἐγγὺς ἄλλα. ἐκ δεξιᾶς μὲν τὸ ἡμέτερον, ἐξ ἀριστερᾶς δὲ τὰ ἄλλα· καὶ ἐν μέσῳ ὁδός. ἡ οὖν ὁδός ἐστιν ἐν μέσῳ τοῦ θ’ ἡμετέρου χωρίου καὶ τῶν ἄλλων, καὶ τὰ χωρία ἐν μέσῳ τῶν λόφων. δῆλον δή σοί ἐστι νῦν τὰ περὶ τοῦ τόπου, ὡς νομίζω.

View more presentations from Ana Ovando.