04 b. ΔΙΑΛΟΓΟΣ

τί κῆπός ἐστιν; τόπος ἐστὶ κῆπος ἐν ᾧ δένδρα καὶ ἄλλα φυτὰ φυτεύομεν.

τί φυτεύετε ἐν τῷ κήπῳ; συκᾶς φυτεύομεν ἐν τῷ κήπῳ, καὶ ἐλαίας.

τί ἄλλο φυτεύετε πρὸς τούτοις; λάχανα φυτεύομεν παντοῖα.

τί δρέπετε ἀπὸ τῶν συκῶν; σῦκα δρέπομεν ἀπὸ τῶν συκῶν.

ἀπὸ δὲ τῶν ἐλαιῶν τί δρέπετε; ἐλαίας δρέπομεν ἀπὸ τῶν ἐλαιῶν.

ἀπὸ δὲ τῶν λαχάνων τί δρέπετε; ἀπὸ τῶν γε λαχάνων οὐδέν.

ποῖα δ᾽ ἄττ’ ἐστὶ τὰ λάχανα; σκόροδα καὶ κρόμμυα καὶ ῥάφανοι καὶ κύαμοι καὶ σέλινα, ταῦτ᾽ ἐστὶ λάχανα.

πρὸς τί οὖν χρήσιμά ἐστι τὰ λάχανα; πρὸς τὸ ἐσθίειν ἐστὶ χρήσιμα τὰ λάχανα.

καὶ δὴ καὶ ἐν τῇ οἰκίᾳ τί ἔνεστιν; δίφροι ἔνεισι καὶ κλῖναι καὶ τράπεζαι.

ὁ δίφρος δὲ τί ἐστιν; καθίζομεν δὴ ἐπὶ δίφρου.

ἆρα καὶ ἐν τῇ τραπέζῃ καθίζετε; τὰ σίτια μὲν οὖν ἐσθίομεν ὅσα ἐστὶν ἐπὶ τῆς τραπέζης.

καὶ ἐπὶ τῶν κλινῶν τί ποιεῖτε; καθεύδομεν ἐπὶ τῶν κλινῶν.