05. ΤΑ ΜΕΤΕΩΡΑ

παρ’ ἡμῖν ἄλλοτε μὲν λάμπει ὁ ἥλιος καὶ φέγγει ἡ σελήνη καὶ τὰ ἄστρα, ὥστε εὐδία ἐστίν, ἄλλοτε δὲ ὕει καὶ ἀστράπτει καὶ βροντᾷ ἢ ἄνεμος πνεῖ λάβρος. ὥστε ῥεῖ πολὺς ὁ ποταμός, ἡμεῖς δὲ ἐν τούτῳ τῷ χρόνῳ καθίζομεν ἐν τῇ οἰκίᾳ καὶ ἀναμένομεν.

χθὲς ἄνεμος ἦν λαβρότατος καὶ ὑετὸς καὶ ἀστραπὴ καὶ βροντή. ἡμεῖς δὲ ἐντὸς ἐκαθίζομεν.

ἦσαν δὲ δύο τινες φίλοι παρ’ ἡμῖν, ἔλεγεν δὲ ὁ ἕτερος, "ἰδού, ὡς ὁμοίοι εἰσι οἱ ἀδελφοί· οὐ γὰρ σῦκον σύκῳ ὁμοιότερον." ὁ δὲ ἕτερος λέγει, "ἀλλ’ οὐχ οὕτως ὅμοιός ἐστιν οὗτος ἐκείνῳ, ὡς ἐκεῖνος τούτῳ," οἱ δ᾽ ἄλλοι ἐγέλασαν, ἐπειδὴ ἤκουσαν τοῦ ἀνθρώπου.

Imágenes

View more presentations from Ana Ovando.