04. ΟΙΚΙΑ

Ir a descargar

ὥρα νῦν λέγειν σοι τὰ περὶ τῆς οἰκίας, μικρὰ μέν ἐστιν ἡ οἰκία ἡμῶν, μικροτάτη μὲν οὖν· τί μήν; οὐ γὰρ πολλοί ἐσμεν, οὐδὲ πλούσιοι.

πρῶτον μὲν ἐκ τῆς ὁδοῦ ὁρῶμεν τοῖχον μέγαν, καὶ ἐν τῷ τοίχῳ πύλας· τῆς δ’ ἡμέρας ἀνοικταί εἰσιν αἱ πύλαι. ἐντὸς δὲ τῶν πυλῶν βλέπομεν αὐλὴν μεγάλην, καὶ ἐν τῇ αὐλῇ τὰ ὀρνίθια, καὶ δὴ καὶ ἴσως ἕν τι τῶν ζῴων, ἢ ἵππον ἢ ὄνον ἢ ἡμίονον. ἆρ’ ἀγνοεῖς ποῖα ζῷα ἐστὶ ταῦτα; οὐκ ἔχω λέγειν καλῶς, ὅμως δὲ λέγω. ὁ μὲν ἵππος ἕλκει τὴν ἅμαξαν· ὁ δ᾽ ὄνος ὅμοιος μὲν ἵππῳ ἐστί, διαφέρει δέ· καὶ γὰρ μικρότερός ἐστι, καὶ κακὴν ἔχει τὴν φωνήν, καὶ ἐσθίει ἀκάνθας. ὁ δ’ ἡμίονος τέκνον ἐστὶν ἵππου καὶ ὄνου. δοκεῖς δὴ νῦν οὐκ ἀγνοεῖν ὅ τι λέγω. ταῦτ’ οὖν ἐν τῇ αὐλῇ βλέπεις· ὀρνίθια καὶ ἴσως ἵππον ἢ ὄνον καὶ ἅμαξαν.

ἐξ ἀριστερᾶς δὲ τῆς αὐλῆς καὶ ἐκ δεξιᾶς οἰκίσκοι εἰσὶ μικροὶ ἢ δωμάτια, ἐν οἷς ἔχομεν τοῖς ζῴοις τὴν τροφήν, καὶ δὴ καὶ ἄλλα πολλά. ἐναντίον δὲ βλέπεις τὸν πρόδομον· οὔκ ἐστι κλειστὸς ὁ πρόδομος, ἀλλ’ ἀνοικτός· σκιὰν δ’ ἔχει, ὥστε μὴ καίειν ἡμᾶς τὸν ἥλιον. περάν δὲ τοῦ προδόμου ἡ οἰκία ἤδη ἐστίν, καὶ ἐν τῇ οἰκίᾳ τράπεζαι καὶ κλῖναι καὶ δίφροι, περὶ ὧν λέγω τοιάδε. ἐπὶ μὲν τραπέζης ἐστὶν ὅσα ἐσθίομέν τε καὶ πίνομεν, σιτία λέγω καὶ οἶνον καὶ τὰ ἄλλα· καθίζομεν δὲ ἐπὶ τῶν δίφρων. ἐπὶ δὲ τῶν κλινῶν καθεύδομεν. καθεύδομεν δὲ καὶ ἔνδον καὶ ἐν τῷ προδόμῳ καὶ ἐπὶ τῆς στέγης - τὸ γὰρ ἄνωθε τῆς οἰκίας στέγην ὀνομάζομεν- καὶ δὴ καὶ ἔξω.

ἐσθίομεν δὲ τρὶς τῆς ἡμέρας. ἑῷοι μὲν ὀλίγον πάνυ ἐσθίομέν τε καὶ πίνομεν· ἔπειτα πρὸ τῆς μεσημβρίας ἀριστῶμεν εἶτα τῆς ἑσπέρας δειπνοῦμεν. τὸ μὲν πρῶτον ὀλίγον ἐστί, καὶ οὐκ ὀνομάζομεν αὐτὸ οὐδέν· τὸ δὲ δεύτερον λέγομεν τὸ ἄριστον, τὸ δὲ τρίτον ἐστὶ τὸ δεῖπνον, μετὰ ταῦτα λαλοῦμεν μετ᾽ ἀλλήλων, καὶ καθεύδομεν.

View more documents from Ana Ovando.