06 a. ΒΑΣΚΑΝΙΑ

εἰ δ' ὁ ἀδελφὸς ἔκλαυσε χθές, τήμερον ἐγὼ κλαίω· ἀλγῶ γὰρ τὴν κεφαλήν. καὶ μὴν ἡ τροφὸς λέγει εὐθύς, "ὦ φίλτατε, τί πάσχεις; τίς σ' ἐβάσκηνεν; ἀλλὰ φίλτρον γε εὑρήσω· μή, μή." καὶ δὴ καὶ ᾄδει ἐπῳδήν τινα, καὶ πτύει τρὶς ἐς τὸν κόλπον τὸν ἐμόν, καὶ κοιμᾷ με ἐπὶ κλίνης, καὶ κλῄει μοι τοὺς ὀφθαλμούς, καὶ λέγει· "ὦ φίλη κεφαλή, λέγω δὴ τῆς λύπης παραμύθιον. εἰσὶ γάρ τινες ἄνθρωποι οἳ βασκαίνουσι τοὺς ἄλλους· τοιούτους γὰρ ἔχουσιν ὀφθαλμους, ὥστε βλέπουσι μὲν πρὸς τινα, ὁ δ'εὐθὺς ἀλγεῖ τὴν κεφαλήν· οὐδ' ἐστὶ φίλτρον οὐδὲν εἰ μὴ ᾠδή τις μυστική, οἵαν νῦν δὴ ᾖσά σοι ἐγώ."

Imágenes

View more presentations from Ana Ovando.