UD04: τί ἔστι ἐν τοῖς ἀγροῖς;

Vocabulario, elaborado por Mertxu Ovejas:

View more presentations from Ana Ovando.

ΚΗΠΟΣ

τοῦτ’ ἐστὶ τὸ χωρίον ἐν ᾧ γεωργεῖ ὁ Θράσυλλος, καὶ οὗτοί εἰσιν οἱ λόφοι, οἳ περιέχουσι τὸ χωρίον· αὕτη δ’ ἡ ὁδὸς ἡ ἐν μέσῳ τῶν χωρίων, καὶ ταῦτ’ ἐστὶ τὰ χωρία τὰ ἐν μέσῳ τῶν λόφων. καὶ δὴ καὶ αὕτη ἐστὶν ἡ οἰκία ἡ ἐν μέσῳ τῷ χωρίῳ· οὗτος δὲ κῆπός ἐστιν ἐγγὺς τῆς οἰκίας. κῆπος γάρ ἐστι τόπος, ἐν ᾧ φυτεύομεν δένδρα καὶ ἄλλα φυτά. ἅπερ δὲ φυτεύομεν ἐν τῷ κήπῳ, ταῦτα ἐσθίομεν, ἢ τὸν καρπὸν αὐτῶν. ἄλλα μὲν γὰρ δένδρα οὐ φυτεύομεν, μόνα δὲ ταῦτα τὰ δένδρα, ἃ φέρει καρπόν· καὶ τὸν καρπὸν ἐσθίομεν τῶν δένδρων. λέγω δὴ συκᾶς καὶ ἐλαίας καὶ ἄλλα τοιαῦτα δένδρα. τούτων δὲ τῶν δένδρων ἡ μὲν συκῆ φέρει σῦκα, ἡ δ’ ἐλαία φέρει ἐλαίας· ἐσθίομεν δὲ καὶ τὰ σῦκα καὶ τὰς ἐλαίας, ἐκ δὲ τῶν ἐλαιῶν ποιοῦμεν ἔλαιον. καρποὺς δὲ φέρει τὰ δένδρα ἄλλα ἄλλους. λάχανα δὲ καὶ φυτεύομεν καὶ ἐσθίομεν·

ταῦτ’ ἐστί τοι δένδρα ἥμερα· ἔστι δὲ καὶ ἄγρια δένδρα ἐπὶ τῶν λόφων. τί ποτ᾽ ἐστὶν ἄγριον καὶ τί ἥμερον·

τὰ μὲν ἥμερα δένδρα ταῦτ᾽ ἐστίν, ἅπερ φυτεύομεν ἐν τῷ κήπῳ ὥσπερ καὶ τὰ ἥμερα ζῷα ταῦτ’ ἐστίν, ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ καὶ ἐν τῷ χωρίῳ.

ἀλλὰ τὰ ἄγρια δένδρ’ ἐστὶ ταῦθ’, ἃ μὴ φυτεύομεν, ὥσπερ καὶ τὰ ἄγρια ζῷα ταῦτ’ ἐστίν, ἃ μὴ τρέφομεν.

ἐπὶ οὖν τῶν λόφων ἐστὶ τὰ ἄγρια δένδρα, καὶ δὴ καὶ τὰ ζῷα τὰ ἄγρια.

ὅπου δὲ πολλὰ δένδρα ὁμοῦ ἐστιν, ταύτην ὕλην ὀνομάζομεν.

ἕκαστον δὲ δένδρον κλάδους ἔχει, ἔκαστος δὲ κλάδος φύλλα.

καὶ τὰ δένδρα πολλοὺς ἔχει καὶ κλάδους καὶ φύλλα. ταῦτ’ ἐστὶν ὑψηλὰ τὰ δένδρα·

θηρεύομεν γὰρ καὶ τα ζῷα τὰ ἄγρια, καὶ ἔστιν ἅ αὐτῶν ἐσθίομεν. καὶ περὶ μὲν τῆς ὕλης τοσαῦτα. οἰκεῖ δ’ ἐν τοῖς δένδροις ζῷα ἄλλα, ἅπερ ἔχει πτερά· ταῦτα δὲ οἰκεῖ ἐν τοῖς δένδροις καὶ ἀντὶ οἰκιῶν οἰκοδομοῦσι καλιάς, ὀνομάζομεν δὲ ὀρνίθια ταῦτα τὰ ζῷα. τὰ οὖν ὀρνίθια οἰκοδομοῦσι καλιάς, ὥσπερ καὶ οἱ ἄνθρωποι οἰκοδομοῦσιν οἰκίας· καὶ ὥσπερ ἄνθρωποι παιδία τίκτουσιν, οὕτως καὶ τὰ ὀρνίθια τίκτει ᾠά. φανερὸν δήπου ἐστί σοι, τοῦθ’ ὃ λέγομεν ᾠόν· ἔστι γὰρ μικρὸν καὶ στρογγύλον, καὶ τὰ μέν ἐστι λευκὰ τῶν ᾠῶν, τὰ δ᾽ οὔ. τρέφομεν δὲ καὶ ἥμερα ὀρνίθια, ἅπερ τίκτει ᾠὰ ἡμῖν· ταῦτα δὲ τα ᾠὰ λευκά. και τῶν ἡμέρων ὀρνιθίων τὰ ᾠὰ ἐσθίομεν· τῶν δ’ ἀγρίων ὀρνιθίων τα μὲν ἐσθίομεν, τὰ δ’ οὔ.