Primeros textos

Texto

ἐγὼ μέν εἰμὶ παιδίον Ἑλληνικόν, οἰκῶ δ' ἐν ἀγροῖς· ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός ἐστιν, ὃς γεωργεῖ καὶ ἔχει χωρίον· ἆρ᾽ ἐρωτᾷς, τίς μὲν ἐγώ, τίς δ’ ὁ Θράσυλλος; λέγω δή, τέκνον γάρ εἰμι ἐγὼ τοῦ Θρασύλλου. καὶ μὴν ἄλλα γε ἔχει τέκνα ὁ Θράσυλλος· καὶ γὰρ ἐγώ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω ἀδελφόν τε καὶ ἀδελφήν· ὀνομάζουσι δ’ ἐμὲ μὲν Θρασύμαχον, τὸν δ’ ἀδελφὸν ὀνομάζουσιν Θρασύστομον, τὴν δ’ ἀδελφὴν Ἑλένην ὀνομάζουσιν. ἐσμὲν οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης τέκνα.

ποῦ δ' οἰκοῦμεν; ὅπου; ἔστι δὴ χωρίον ἐν ἀγροῖς, καὶ ἐν τῷ χωρίῳ οἰκία· ἡμεῖς μὲν οἰκοῦμεν ἐν τῇ οἰκίᾳ, ὁ δὲ Θράσυλλος γεωργεῖ ἐν τῷ χωρίῳ· ἆρ’ ἐρωτᾷς, τί ἐστι χωρίον; ἆρ’ οὐ δῆλον; ὁ γεωργὸς γὰρ ἔχει χωρίον, τὸ δὲ χωρίον τόπος ἐστὶν ἐν ᾧ γεωργεῖ γεωργός. χώρα μὲν γάρ ἐστι τόπος, καὶ χωρίον ἐστὶ χώρα μικρά· λέγω δὲ οὕτως, ἐπειδὴ οὐκ εἶ σὺ Ἑλληνικὸν παιδίον · ἆρα δῆλόν σοι νῦν ἐστιν ὅ λέγω; τὸ δὲ χωρίον ἔχει ἀγροὺς οὐκ ὀλίγους.

Audio

Ir a descargar

Presentación

View more documents from Ana Ovando.

Texto con preguntas y prácticas orales