09. ΑΓΡΟΙΚΟΙ

πολλοὶ ἐργάται εἰσὶν ἐν τῷ χωρίῳ ἡμῶν, μισθὸν δὲ δίδωσιν αὐτοῖς ὁ δεσπότης. ἄλλος μὲν ἀρότης ἐστὶ καὶ ἀροῖ τὴν γῆν τῷ ἀρότρῳ· ἄλλος δὲ μακέλην ἔχων σκάπτει, ἢ δίκελλαν ἔχων στρέφει τὸν χόρτον· ἄλλος δ' ἀξίνῃ κατατέμνει τὰ δένδρα, ἢ συλλέγει φρυγανισμόν· ἄλλοι δὲ φυλάττουσι τὰ πρόβατα καὶ τὰ ἄλλα ζῷα. τοῖς μὲν προβάτοις οὐ δίδομεν τροφήν· αὐτὰ γὰρ αὑτοῖς εὑρίσκει ῥᾳδίως τὴν τροφὴν κατὰ τὸν νομόν· δίδομεν δὲ τοῖς ἵπποις καὶ τοῖς ὄνοις καὶ τοῖς ἡμιόνοις καὶ τοῖς χοίροις, τοῖς μὲν δὴ ἵπποις διδόασι κριθὰς καὶ χόρτον, τοῖς δὲ χοίροις διδόασι τὰ λείψανα τῆς ἀνθρωπίνης τροφῆς.

ταῦτα δὲ τὰ λείψανα τιθέασιν ἐν πυέλοις, οἱ δὲ χοῖροι, κοΐζοντες καὶ γρυλλίζοντες καὶ λέγοντες γρῦ γρῦ, καθιᾶσι τὰ ῥύγχια εἰς τὰς πυέλους, καὶ τρώγουσιν ὅ τι ἂν ἐμβάλωμεν. ἡμεῖς δ' οὐχ οὕτως ἐσθίομεν ἀλλὰ κατὰ κόσμον· εἰ δὲ μή, πληγὰς λαμβάνομεν. οὐδὲ λέγομεν γρῦ γρῦ.

πότερον ἀγνοεῖς τί ἐστιν ἄροτρον καὶ τὰ λοιπά; νομίζω ἔγωγε· ὥστε λέγω δή. τὸ μὲν ἄροτρόν ἐστιν ὄργανον τοῦ γεωργοῦ, ᾧ ἀροῖ τὴν γῆν· ἀρῶν δὲ τὴν γῆν τί ποιεῖ; καθίησι μὲν τὸ κάτω τοῦ ἀρότρου, ὅ σιδηροῦν ἐστιν, εἰς τὴν γῆν· ἕλκει δὲ τὸ ἄροτρον ζῷόν τι, καὶ ὁ ἀρότης ἔχων τὸ ἄροτρον ἐλαύνει τὸ ζῷον. οὕτως ἐλαύνει ὀγμὸν ἐν τῇ γῇ. μετὰ τοῦτο ἄλλος ἐλθὼν σπείρει τὸν σῖτον· τὸν δὲ σῖτον, ὅταν ᾖ ἐν ἀκμῇ, θερίζει θεριστής. τὸ δ' ὄργανον τοῦ θεριστοῦ δρέπανόν ἐστιν·

τελευτῶντες δέ, ἐπειδὰν τάμωσι -τέμνω-, δέουσι δεσμοῖς τοὺς καλάμους τοῦ σίτου, καὶ ἀποτιθέασιν ἐν ἀποθήκαις. μακέλη δ' ἄλλο ὄργανόν ἐστιν, ᾧ ὀρύττουσι σκάπτοντες, ὥστε φυτεύειν δένδρα καὶ ἄλλα τοιαῦτα ἐν τοῖς κήποις.

κατατέμνωσι τὰ δένδρα, ἀξίνην ἔχουσιν ὄργανον τοῦ κατατέμνειν. ταῖς δ' ἀξίναις καὶ φρυγανισμὸν κατατέμνουσιν, ὅς ἐστι ξύλα πρὸς τὸ καίειν.