10. ΔΕΚΑΤΗ

δημοκρατία νῦν ἐστι τοῖς Ἀθηναίοις· ἄρχει γὰρ ὁ δῆμος ὁ Ἀθηναῖος αὐτὸς ἑαυτοῦ, καὶ ἔχει νόμους. ἀλλὰ πρὶν οὐκ ἦν δημοκρατία, καὶ νόμοι οὐκ ἠσαν δημοτικοί, ἀλλ' οὓς ἐθέλοι τιθέναι ὁ τύραννος· ἦρχε γάρ τις τῶν Ἀθηνῶν τύραννος, ὃς ὠνομάζετο Πεισίστρατος· οὗτος δ' ὁ τύραννος ἦρχεν ὡς καὶ ἤθελεν ἄρχειν τῶν πολιτῶν. ἐξέπραττε δὲ τὴν λεγομένην δεκάτην. αὕτη δ' ἦν μέρος δέκατον τῶν καρπῶν τῆς γῆς. τοὺς γεωργοὺς οὖν ἔδει τὴν δεκάτην τῶν γιγνομένων ἀποδιδόναι τῷ τυράννῳ. ταύτην δ' ἐξέπραττεν ὁ Πεισίστρατος δυοῖν ἕνεκα· πρῶτον μέν, ἵνα μὴ ἐν ταῖς Ἀθήναις διατρίβοιεν, ἀλλὰ πανταχοῦ κατὰ χώραν· ἔπειτα, ἵνα εὐπορῶσι μετρίως, καὶ μὴ ἔχοιεν σχολήν, ὥστε πράγματα παρέχειν ἑαυτῷ καὶ ὄχλον. ὁ δὲ τύραννος πολλάκις ἐπορεύετο κατὰ τὰ χωρία, ἐπισκοπῶν τίς μὲν εὖ ἐργάζεται, τίς δὲ κακῶς. καὶ πότερον δικαίως ἀποδιδόασι τὴν δεκάτην.

ἦν δέ τις γεωργῶν ποτε, ὡς ἀκοῇ ἤκουσα, ἐν τῷ Ὑμηττῷ· ἔστι δ' ὁ Ὑμηττὸς λόφος τῆς Ἀττικῆς, πλήρης μὲν πετρῶν, ἔχων δ' οὐ καλὴν γῆν. ὁ δὲ γεωργὸς ἠργάζετο ὅμως, καθ' ὅσον οἷός τ' ἦν. καὶ ἐλθὼν ὁ Πεισίστρατος ἑώρα τὸν ἄνθρωπον σκάπτοντα τὰς πέτρας καὶ ἐργαζόμενον· θαυμάσας δὲ ἠρώτα, τί γίγνεται ἐκ τοῦ χωρίου; ὁ δὲ γεωργός, "οὐδὲν ἄλλο, φησίν, ἢ κακὰ καὶ ὀδύναι· καὶ τούτων τῶν κακῶν καὶ ὀδυνῶν δεῖ τὸν Πεισίστρατον λαβεῖν τὴν δεκάτην." ὁ μὲν οὖν ἄνθρωπος ἔλεγε ταῦτ', ἀγνοῶν ὅτι πάρεστιν ὁ Πεισίστρατος· ὁ δὲ Πεισίστρατος ἀκούων ἐγέλασε, καὶ ἐπῄνει τὴν φιλεργίαν αὐτοῦ· καὶ δὴ καὶ ἐποίησεν ἀτελὲς τὸ χωρίον καὶ ἐλεύθερον τῆς δεκάτης.