08 b. ΠΟΛΕΜΟΣ

πολλάκις ἀγγέλλει ἡμῖν ἄγγελος, ὅτι πόλεμός ἐστι ταῖς τ' Ἀθήναις καὶ τῶν πολεμίων ἔστιν οἷς· ἔχομεν γὰρ πολλοὺς πανταχοῦ πολεμίους, τούς τ' ἐν τοῖς Μεγάροις καὶ τοὺς ἐν τῇ Αἰγίνῃ καὶ τοὺς ἐν τῇ Βοιωτίᾳ πλὴν τῶν ἐν ταῖς Πλαταίαις· οἱ γὰρ τῶν Πλαταιῶν πολῖται φίλοι εἰσὶ καὶ σύμμαχοι πάλαι τοῖς Ἀθηναίοις. οὐδεὶς οὖν φόβος ἐστὶν ἡμῖν ἀπὸ τῶν Πλαταιῶν· ἀλλ' ἀπὸ τῆς ἄλλης Βοιωτίας καὶ ἀπὸ τῶν Μεγάρων καὶ ἀπὸ τῆς Αἰγίνης ἐστὶ φόβος αἰεί. οἱ δὲ μάλιστα πολέμιοι πάλαι εἰσίν τε καὶ ἦσαν οἱ Πέρσαι. οἰκοῦσί τοι ἐν Ἀσίᾳ οἱ Πέρσαι· καὶ δὴ καί ποτ' ἦλθον δεῦρο καὶ ὁ Δαρεῖος καὶ ὁ Ξέρξης· οὗτοι δ' ἦρχον τῶν Περσῶν. καὶ τὸν μἐν Δαρεῖον ἐνικήσαμεν· ὁ δὲ Ξέρξης πρῶτον μὲν ἐνίκησεν ἡμᾶς, ἔπειτα ἡμεῖς ἐνικήσαμεν τὸν Ξέρξην. περὶ τούτων δἐ ὕστερον λέξω σοι.

Imágenes

View more presentations from Ana Ovando.