04 l. ΚΟΠΟΣ

οἴμοι, ὡς χαλεπὰ ταῦτα μανθάνειν. οὐ μὲν οὖν χαλεπά ἐστιν, ἀλλὰ ἐν ᾧ τὰ αὐτὰ ἐπαναλαμβάνομεν πολλάκις, κόπον ἔχομεν μέγιστον. φεῦ τοῦ κόπου. οἴμοι τοῦ κόπου τούτου. διὰ τί ὄχλον παρέχει τοσοῦτον ὁ ἀριθμός; κόπος κόπον λύει, ὥσπερ ἡ παροιμία λέγει· ἄλλος κόπος τελευτᾷ ἰδοὺ ἄλλος, ἔργον ἐπ’ ἔργῳ, ὄχλος ἐπ’ ὄχλῳ, ἀλλ’ οὕτω γὰρ κελεύουσιν οἱ θεοί· ἄνευ κόπου καὶ ἔργου οὐ δυνατόν ἐστιν ἀγαθὸν ἔχειν οὐδέν. καὶ δὴ καὶ μάλιστα παιδίοις πρέπει ταῦτα καὶ νέοις, ὥσπερ ἡ παροιμία λέγει· ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ παλαιῶν. τοῖς μὲν γὰρ νέοις τὴν ἡλικίαν πάρεστιν ἔργα ἀναγκαῖα· τοῖς δὲ μέσοις τὴν ἡλικίαν βουλαί, τοῖς δὲ παλαιοῖς εὐχαί. ἄνευ ἔργων οὐκ ἀκούουσιν οἱ θεοὶ τῶν νέων τὰς εὐχάς,ἀκούουσι δὲ τὰς εὐχὰς τῶν παλαιῶν ἐπειδὴ οὐχ οἷοί τ᾽ εἰσι ποιεῖν ἄλλο οὐδέν. θάρρει οὖν, ὦ φίλτατε· καλὸς γάρ ἐστιν ὁ τῶν ἔργων καρπός, εἰ μὴ νῦν γε, ἀλλὰ ὕστερόν ποτε. ὥστε ἀριθμοῦμεν αὖθις ἄσμενοι, καὶ γράφομεν τῷ ξύλῳ ἐπὶ τῆς γῆς, ἢ τῷ στύλῳ ἐπὶ τοῦ πινακίου, ἢ τῷ καλάμῳ ἐπὶ τῆς παπύρου· καὶ μανθάνομεν τὰ Ὁμηρικὰ καὶ λέγομέν τε καὶ ᾄδομεν.