03 b. ΖΩΙΑ

Ir a descargar

ἄγρια οὖν ταῦτα τὰ δένδρα, ἄγριοι δὲ καὶ οἱ δρυμοί. ἐν δὲ τῇ ὕλῃ καὶ δὴ καὶ ἐν τοῖς δρυμοῖς μάλιστα οἰκεῖ τὰ ἄγρια ζῷα, περὶ ὧν ὕστερον. θηρεύομεν γὰρ καὶ τα ζῷα τα αγρια, καὶ ἔστιν ἅ αὐτῶν ἐσθίομεν. καὶ περὶ μὲν τῆς ὕλης τοσαῦτα.

οἰκεῖ δ’ ἐν τοῖς δένδροις ζῷα ἄλλα, ἅπερ ἔχει πτερά· ταῦτα δὲ οἰκεῖ ἐν τοῖς δένδροις καὶ ἀντὶ οἰκιῶν οἰκοδομοῦσι καλῑάς, ὀνομάζομεν δὲ ὀρνίθια ταῦτα τὰ ζῷα. τὰ οὖν ὀρνίθια οἰκοδομοῦσι καλιάς, ὥσπερ καὶ οἱ ἄνθρωποι οἰκοδομοῦσιν οἰκίας· ἡ καλιὰ γάρ ἐστιν αντὶ οὶκίας ὀρνιθίῳ ἐν ᾗ οἰκεῖ τὰ νεόττια. καὶ ὥσπερ ἄνθρωποι παιδία τίκτουσιν, οὕτως καὶ τὰ ὀρνίθια τίκτει ᾠά. φανερὸν δήπου ἐστί σοι, τοῦθ’ ὃ λέγομεν ᾠόν· ἔστι γὰρ μικρὸν καὶ στρογγύλον, καὶ τὰ μέν ἐστι λευκὰ τῶν ᾠῶν, τὰ δ᾽ οὔ. τρέφομεν δὲ καὶ ἥμερα ὀρνίθια, ἅπερ τίκτει ᾠὰ ἡμῖν· ταῦτα δὲ τα ᾠὰ λευκά. και τῶν ἡμέρων ὀρνιθίων τὰ ᾠὰ ἐσθίομεν· τῶν δ’ ἀγρίων ὀρνιθίων τα μὲν ἐσθίομεν, τὰ δ’ οὔ.

View more documents from Ana Ovando.