03 g. ΚΑΛΙΑΙ

Ir a descargar

ἆρ’ ἀγνοεῖς ὅτι ἀναβαίνω πολλάκις ἐπὶ τὰ δένδρα, καὶ ζητῶ τὰ ᾠὰ τῶν ὀρνιθίων; αὖθις οὖν λέγω σοι ταῦτα· λήθη γὰρ ἔχει τοὺς ἀνθρώπους ῥᾳδίως. λέγω αὖθις καὶ τοῦτο· ὅτι οἰκοδομεῖ τὰ ὀρνίθια καλιάς, ἐν δὲ ταῖς καλιαῖς ἐστι τὰ ᾠὰ ἃ ζητῶ. τὰς δὲ καλιὰς οἰκοδομεῖ τὰ ὀρνίθια, τὰς μὲν ἐπὶ τῶν δένδρων τῶν ὑψηλῶν, τὰς δὲ ἐν τοῖς δρυμοῖς τοῖς ταπεινοῖς, τὰς δὲ καὶ ἐν τῇ πόᾳ· τὰ δὲ ἐν τοῖς δρυμοῖς ᾠὰ εὑρίσκει καὶ ἡ ἀδελφή, ἀλλ’ οὐκ ἀναβαίνει ἐπὶ τὰ ὑψηλὰ δένδρα ὥσπερ ἐγὼ ἀναβαίνω· αὖθις γὰρ λεκτέον ὅτι οὔτ’ ἰσχυραί εἰσιν αἱ κόραι οὔτ ἀνδρεῖαι, ὥστε διὰ τοῦτο οὐκ ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα τὰ ὑψηλά. οὐδ’ ἡ τροφὸς ἀναβαίνει οὐδαμῶς· πῶς γὰρ δή; γεραιὰ γάρ ἐστι.