04 m. ΤΑ ΑΥΤΑ

ἐσμὲν οὖν ὲν τῇ οἰκίᾳ πέντε ἄνθρωποι, ὅ τε Θράσυλλος καὶ ἡ Εὐρυδίκη, καὶ τὰ τρία παιδία, δύο μὲν ἀδελφοί, μία δὲ ἀδελφή. διδάσκει δ’ ἡμᾶς ἀριθμεῖν ὁ διδάσκαλος ἡμῶν, ἀριθμοῦμεν δ’ ἡμᾶς αὐτοὺς καθ' ἡμέραν, ἀριθμοῦμεν δὲ καὶ τὰ μόρια ἡμῶν. ἔχομεν γὰρ ἕκαστος μίαν κεφαλήν, ὤστε ὁμοῦ ἔχομεν πέντε κεφαλάς· ὀφθαλμοὺς δ’ ἔχομεν ἕκαστος δύο, ὥστε δέκα ὁμοῦ ἔχομεν ὀφθαλμούς· δακτύλους δ᾽ ἔχομεν ἕκαστος εἴκοσιν, ὥστε ἑκατὸν δακτύλους ἔχομεν ὁμοῦ. τὰ δ’ ἄλλα μόρια ὕστερον.

διδάσκει δ’ ἡμᾶς ὁ διδάσκαλος ᾄδειν καὶ λέγειν καὶ γράφειν· τῇ μὲν φωνῇ ᾄδομεν, τῇ δὲ γλώττῃ λέγομεν, γράφομεν δὲ καλάμῳ ἐν βιβλίοις.