05 a. ΑΣΤΡΑΠΗ

χθὲς ἤστραπτεν· ἡ δ’ ἀστραπὴ μεγάλη ἦν καὶ φοβερά· ἦν δὲ πύελός τις ἐν τῇ αὐλῇ, ἐξ ἧς πυέλου οἱ χοῖροι τρώγουσιν· ἦν δ’ ἐν τῇ πυέλῳ ὑετός, ὃς κατέπεσεν ἀπ᾽ οὐρανοῦ. ἡ δ’ ἀδελφὴ ἡ ἐμὴ εἶδεν ἐν τῇ πυέλῳ ὥσπερ τὴν ἀστραπήν, ἥ ἦν ἐν τῷ οὐρανῷ, καὶ φόβῳ ἐβόα. ἡ δὲ τροφὸς εἶπε, "θάρρει, φίλη κεφαλή. ἀστραπὴ ἐκ πυέλου οὐδὲν βλάπτει, κατὰ τὴν παροιμίαν." ἡ δ’ ἐθάρρει εὐθύς. οἱ δὲ χοῖροι ὅμως ἐν φόβῳ ἦσαν· ἠγνόουν γὰρ ὅτι οὐδὲν βλάπτει ἡ ἐκ τῆς πυέλου ἀστραπή καὶ ἐκόϊζον δεινῶς· ὥσπερ γὰρ βοῶμεν ἡμεῖς οἱ ἄνθρωποι, οὕτω καὶ κοΐζουσιν οἱ χοῖροι. ὅ τι δ' ἐν τῷ νῷ αὐτῶν ἔνεστιν, οὐ δῆλον ἔμοιγε, οὐδὲ δῆλον πότερον ἔχουσι νοῦν ἢ οὔ, συντρέχουσι γοῦν ἐν ᾧ ἡμεῖς καλοῦμεν, καὶ τρώγουσιν ὅσα ὁρῶσιν ἐν τῇ πυέλῳ· ὥστε οὐ δοκοῦσιν ἄνευ νοῦ εἶναι παντελῶς. τί γὰρ ἄλλο δυνατὰ ποιεῖν ἐστι τὰ παιδία τὰ μικρά; βοῶσιν, ἀκούουσιν, τρέχουσιν, ἐσθίουσι, πίνουσι· φωνοῦσι δ' οὔ. οὕτως δὴ ὅμοια τὰ παιδία τοῖς χοίροις.

Imágenes

View more presentations from Ana Ovando.