03 d. ΑΓΡΙΑ ΟΡΝΙΘΙΑ

Ir a descargar

καὶ περὶ μὲν τῶν ἡμέρων ὀρνιθίων τοιαῦτα· περὶ δὲ τῶν ἀγρίων ἄλλος ἐστὶ τρόπος. ταῦτα γάρ, ὡς καὶ λέγω, οἰκοδομεῖ τὰς καλῑὰς ἐν δένδροις ὑψηλοῖς· ἡμεῖς δἐ οὐ τροφὴν παρέχομεν τούτοις τοῖς ὀρνιθίοις, παρέχει δ’ ἡμῖν τροφὴν ταῦτα, ἀλλ’ οὐχ ἑκουσίως. ὅσοι δὲ λαμβάνουσί τι οὕτως ἀπ’ ἀκουσίων, κλέπται εἰσὶ καὶ κλέπτουσιν· ἡμεῖς οὖν κλέπται ἐσμέν. ἀλλ’ ὅμως οὐ σκληροί ἐσμεν τοῖς ὀρνιθίοις· λείπομεν γὰρ ἔστιν ἃ τῶν ᾠῶν ἐν ταῖς καλιαῖς ἑκάστοτε. καὶ οὗτος δή ἐστιν ὁ τρόπος τοῦ ζητεῖν τὰ ᾠὰ ταῦτα, λέγω τὰ τῶν ἀγρίων ὀρνιθίων. περιπατοῦμεν γὰρ κατὰ τὴν ὕλην· κάτωθεν δὲ σκοποῦμεν, εἴ που καλιά τίς ἐστιν. καὶ ἰδού· ὁρῶμεν ἤδη καλιὰν ἐπ’ ἄκρου τοῦ δένδρου.

ἀναβαίνω οὖν ἐγὼ ἐπὶ τὸ δένδρον, ἀναβαίνει δ’ ὁ ἀδελφός. καὶ ἰδού· ἐπὶ κλάδου καλιά, καὶ ἐν τῇ καλιᾷ ᾠά· λαμβάνομεν οὖν ᾠά, καὶ καταβαίνομεν εὐθὺς κατὰ τὸ δένδρον. τὰ δ’ ᾠά, ὅσα ἐσθίομεν, ὀνομάζομεν ᾠὰ ἐδώδιμα.

πολλαὶ δὲ τῶν καλιῶν ἐπὶ κλάδων εἰσὶν οὕτως ὑψηλῶν, ὥστε οὐ πάρεστιν ἀναβαίνειν ἐκεῖσε· ταῦτα οὖν μένει ἐν ταῖς καλιαῖς.

View more documents from Ana Ovando.

τὸ δ’ ὀρνίθιον ἐπῴζει, τοῦτ’ ἔστι, καθίζει ἐπὶ τῶν ᾠῶν· οὕτως μὲν δή ἐστι θερμὰ τὰ ᾠά, εἰ δὲ μή, ψυχρά τ’ ἐστὶ καὶ ἀποθνῄσκει. τα δε ᾠὰ θερμὰ μέν ἐστι, μετὰ χρόνον δ’ ὀλίγον, τέκνον ἐστίν ἐν τῷ ᾠῷ. λέγομεν δὲ τὸ τέκνον τοῦ ὀρνιθίνου νεόττιον.

τὸ δὲ νεόττιον τὸ ἐν τῷ ᾠῷ θραύει μἐν τὸ ἔξω τοῦ ᾠοῦ, καὶ ἰδού, ἐκπηδᾷ· τὸ δὲ ὀρνίθιον φέρει αὐτῷ καθ᾽ ἡμέραν τροφήν. τὸ δὲ ἀνοίγει μὲν τὸ ῥύγχιον, ἐσθίει δὲ τὴν τροφήν. μετ᾽ ὀλίγον δὲ φύει πτερὰ τὸ νεόττιον, καὶ ἐστιν ὀρνίθιον ἤδη.

ἆρ’ ἐρωτᾷς με, πότερον ἀναβαίνει καὶ ἡ ἀδελφὴ ἐπὶ τὰ δένδρα; ἀναβαίνει· ἀλλ’ οὐκ ἐπὶ τὰ ὑψηλὰ δένδρα· κόρη γάρ ἐστιν αὕτη, αἱ δὲ κόραι οὐκ ἀναβαίνουσιν ἐπὶ τὰ δένδα τὰ μάλιστα ὑψηλά. οὐ γὰρ οὕτως ἰσχυραί εἰσιν αἱ κόραι ὡς ἡμεῖς. οὐδ’ αὖ ἡ τροφὸς ἀναβαίνει· γεραιὰ γάρ ἐστιν, αἱ δὲ γεραιαὶ οὐκ ἰσχυραί. οὐδὲ πρέπει γ’ ὡς λέγει· ἀλλ’ ἔμοιγε δοκεῖ, ὅτι οὐκ ἐθέλει· νωθρὰ γὰρ ἔμοιγε δοκεῖ. ἀλλ’ οὐκ ἔγωγε νωθρός, ἀλλὰ νεανικός. αἱ δὲ κόραι καὶ αἱ γεραιαὶ ἐσθίουσι γοῦν τὰ ᾠά, εἰ καὶ μὴ ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα· πρὸς τοῦτό γε δὴ οὐ νωθραὶ δοκοῦσιν. τί σοὶ. δοκεῖ, ὦ φίλε; ἆρ’ ἐστὶν οὕτως καὶ παρ’ ὑμῖν;