04 c. ΑΙ ΑΘΗΝΑΙ

Ir a descargar

ἐνθένδε ὁρῶμεν τὰς Ἀθήνας· φανεραὶ γάρ εἰσιν αἱ Ἀθῆναι ἀπὸ τῆς κώμης, ἐν ᾗ οἰκῶ μετὰ τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς καὶ τοῦ Θρασύλλου καὶ τῶν ἄλλων. καὶ δὴ καὶ ἐν ταῖς Ἀθήναις φανερός ἐστι ναὸς τῆς Ἀθήνης, ὅς ἐστιν ἐπὶ τῆς πέτρας ἣν ὁρᾶτε. ἡ μὲν γὰρ Ἀθήνη θεός ἐστίν, ἡμεῖς δὲ σέβομεν τὴν Ἀθήνην· σέβομεν δὲ καὶ ἄλλους θεοὺς ἐγχωρίους, περὶ ὧν ὕστερον. καὶ πολλάκις ἄγομεν ἑορτὰς καὶ Ἀθήνησι καὶ κατ᾽ ἀγρούς· ᾄδομεν, χορεύομεν, σφάζομεν ἱερά, ἐσθίομεν, πίνομεν· τί δ’ οὐ ποιοῦμεν ἐν ταῖς ἑορταῖς; ἐν τοῖς Παναθηναίοις πομπή ἐστι λαμπροτάτη· ἐν τοῖς Διονυσίοις φοιτῶμεν εἰς τὸ θέατρον· καὶ αἰεὶ χαίρομεν.

View more documents from Ana Ovando.