L. 13 -14


[14] ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν. ἐρομένου δέ μου τί αἱ θύραι νύκτωρ ψοφοῖεν, ἔφασκε τὸν λύχνον ἀποσβεσθῆναι τὸν παρὰ τῷ παιδίῳ, εἶτα ἐκ τῶν γειτόνων ἐνάψασθαι. ἐσιώπων ἐγὼ καὶ ταῦτα οὕτως ἔχειν ἡγούμην. ἔδοξε δέ μοι, ὦ ἄνδρες, τὸ πρόσωπον ἐψιμυθιῶσθαι, τοῦ ἀδελφοῦ τεθνεῶτος οὔπω τριάκονθ᾽ ἡμέρας: ὅμως δ᾽ οὐδ᾽ οὕτως οὐδὲν εἰπὼν περὶ τοῦ πράγματος ἐξελθὼν ᾠχόμην ἔξω σιωπῇ.

ψοφέω hacer ruido 3ª pl opt pres act | ἀποσβέννυμι en pas. apagarse | ἐνάπτω | σιωπάω callar | οὕτως ἔχειν: ser así | ψιμυθιόω ἐψιμυθιῶσθαι: inf. de perfecto voz media: haberse pintado con albayalde (carbonato básico del plomo) | τεθνεῶτος de θνήσκω | οἴχομαι ir