L. 10

[10] καὶ οὕτως ἤδη συνειθισμένον ἦν, ὥστε πολλάκις ἡ γυνὴ ἀπῄει κάτω καθευδήσουσα ὡς τὸ παιδίον, ἵνα τὸν τιτθὸν αὐτῷ διδῷ καὶ μὴ βοᾷ. καὶ ταῦτα πολὺν χρόνον οὕτως ἐγίγνετο, καὶ ἐγὼ οὐδέποτε ὑπώπτευσα, ἀλλ᾽ οὕτως ἠλιθίως διεκείμην, ὥστε ᾤμην τὴν ἐμαυτοῦ γυναῖκα πασῶν σωφρονεστάτην εἶναι τῶν ἐν τῇ πόλει.

συνειθισμένον participio de perfecto pasivo de συνεθίζω| καὶ οὕτως ἤδη συνειθισμένον ἦν: y así, ya se había hecho habitual/ya era habitual| καθευδήσουσα ὡς τὸ παιδίον: participio de futuro con valor final; ὡς τὸ παιδίον: junto al niño | διεκείμην de διάκειμαι | ᾤμην de οἴομαι, οἶμαι