Textos‎ > ‎

03 e. ΔΙΑΛΟΓΟΣ


ποῖα δένδρ’ ἐστὶν ἐπὶ τῶν λόφων; ὑψηλά τε καὶ καλὰ δένδρα ἐπὶ τῶν λόφων ἐστίν.

ποῖά ἐστι τὰ καρποφόρα δένδρα; ταῦθ’ ἅπερ καρποὺς φέρει καρποφόρα δένδρα ἐστίν.

τὰ δ’ ἀκρόδρυα ποῖα; καρποφόρα δένδρα ὀνομάζουσι καὶ ἀκρόδρυα.

ποῖον καρπὸν φέρει ἡ συκῆ; σῦκα φέρει ἡ συκῆ. 

τί δ’ ἐστὶ τὸ σῦκον; καρπός ἐστι τῆς συκῆς τὸ σῦκον.

ποῦ ἐστι τὰ ᾠὰ τῶν ὀρνιθίων; ἐν ταῖς καλιαῖς ἐστι τὰ ᾠὰ τῶν ὀρνιθίων.

τί δ’ ἐστιν ᾠόν; τὰ ὀρνίθια τίκτει ὠά· τὸ δ’ ᾠὸν μικρόν, ἐστι καὶ στρογγύλον, καὶ ἐν τῷ ᾠῷ ἐστι το νεόττιον.

τὸ δὲ νεόττιον τί ἐστιν; τέκνον ἐστὶν ὀρνιθίου τὸ νεόττιον.

Comments