Textos‎ > ‎

01. ΟΣΤΙΣ ΕΙΜΙ ΕΓΩ


Texto

ἐγὼ μέν εἰμὶ παιδίον Ἑλληνικόν, οἰκῶ δ' ἐν ἀγροῖς· ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός ἐστιν, ὃς γεωργεῖ καὶ ἔχει χωρίον· ἆρ᾽ ἐρωτᾷς, τίς μὲν ἐγώ, τίς δ’ ὁ Θράσυλλος; λέγω δή, τέκνον γάρ εἰμι ἐγὼ τοῦ Θρασύλλου. καὶ μὴν ἄλλα γε ἔχει τέκνα ὁ Θράσυλλος· καὶ γὰρ ἐγώ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω ἀδελφόν τε καὶ ἀδελφήν· ὀνομάζουσι δ’ ἐμὲ μὲν Θρασύμαχον, τὸν δ’ ἀδελφὸν ὀνομάζουσιν Θρασύστομον, τὴν δ’ ἀδελφὴν Ἑλένην ὀνομάζουσιν. ἐσμὲν οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης τέκνα.

ποῦ δ' οἰκοῦμεν; ὅπου; ἔστι δὴ χωρίον ἐν ἀγροῖς, καὶ ἐν τῷ χωρίῳ οἰκία· ἡμεῖς μὲν οἰκοῦμεν ἐν τῇ οἰκίᾳ, ὁ δὲ Θράσυλλος γεωργεῖ ἐν τῷ χωρίῳ· ἆρ’ ἐρωτᾷς, τί ἐστι χωρίον; ἆρ’ οὐ δῆλον; ὁ γεωργὸς γὰρ ἔχει χωρίον, τὸ δὲ χωρίον τόπος ἐστὶν ἐν ᾧ γεωργεῖ γεωργός. χώρα μὲν γάρ ἐστι τόπος, καὶ χωρίον ἐστὶ χώρα μικρά· λέγω δὲ οὕτως, ἐπειδὴ οὐκ εἶ σὺ Ἑλληνικὸν παιδίον · ἆρα δῆλόν σοι νῦν ἐστιν ὅ λέγω; τὸ δὲ χωρίον ἔχει ἀγροὺς οὐκ ὀλίγους.

Presentación

Texto con preguntas y prácticas orales


Texto griego Prácticas orales relacionadas con el texto Puntos gramaticales

ἐγὼ μέν εἰμι παιδίον Ἑλληνικόν, οἰκῶ δ' ἐν ἀγροῖς, ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός ἐστιν, ὃς γεωργεῖ καὶ ἔχει χωρίον, ἆρ᾽ ἐρωτᾷς, τίς μὲν ἐγώ, τίς δ’ ὁ Θράσυλλος; λέγω δή, τέκνον γάρ εἰμι ἐγὼ τοῦ Θρασύλλου. καὶ μὴν ἄλλα γε ἔχει τέκνα ὁ Θράσυλλος· καὶ γὰρ ἐγώ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω ἀδελφόν τε καὶ ἀδελφήν· ὀνομάζουσι δ’ ἐμὲ μὲν Θρασύμαχον, τὸν δ’ ἀδελφὸν ὀνομάζουσιν Θρασύστομον, τὴν δ’ ἀδελφὴν Ἑλένην ὀνομάζουσιν. ἐσμὲν οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης τέκνα.


τίς εἶ; 
ἐγὼ εἰμί …, καὶ σὺ;
τίς ἐστι αὐτός;
τίς ἐστι αὐτή;
ποῦ οἰκῶ;
ἐγὼ οἰκῶ ἐν ... ποῦ οἰκεῖς;
ποῦ οἰκεῖ;
τίς ἐστιν ὁ Θράσυλλός;
ποῦ ἐστιν  ὁ Θράσυλλός;
τί ποιεῖ ὁ γεωργός;
τί ἔχει ὁ γεωργός;
ἆρ΄ εἶ γεωργός;
ἐρωτᾷς ... λέγω
ἆρ᾿ ἐρωτᾷς  τίς μὲν  ἐγώ; λέγω δὲ, ἐγὼ εἰμὶ ...
ἆρ᾿ ἐρωτᾷς ποῦ οἰκῶ; λέγω δὲ, ἐγὼ οἰκῶ...
ἆρ᾿ ἐρωτᾷς...
ἆρ΄ ἔχεις τέκνα;
ἆρ΄ ἔχει τέκνα ὁ Θράσυλλος;
τίς ἐστι τὸ τοῦ Θρασύλλου τέκνον;
ἆρ΄ ἐχεις ἀδελφήν;
ἆρ΄ ἔχεις καὶ σὺ ἀδελφόν;
τίς ἐστι ὁ ἀδελφός σου;
τίς ἐστι ἡ ἀδελφή σου;
ἐμὲ ὀνομάζουσι ..., καὶ σέ;
καὶ αὐτὸν;
καὶ αὐτὴν;
τίς ἐστι ὁ πατήρ τοῦ Θρασυμάχου;
τίς ἐστι ὁ πατήρ σοῦ;
εἰμί τέκνον τοῦ ...
τίς ἐστιν ἡ μητήρ τοῦ Θρασυμάχου;
τίς ἐστιν ἡ μητήρ σοῦ;
εἰμί τέκνον τῆς ...

εἰμί εἶ ἐστι (ν) 
- ος -η -ον 
οἰκῶ οἰκεῖς οἰκεῖ

γεωργῶ γεωργεῖς γεωργεῖ
- ος -η -ον 
ἔχω ἔχεις ἔχει

ἐρωτῶ ἐρωτᾷς ἐρωτᾷ
ὁ           -ος
τοῦ       - οῦ

τέκνον - ον
εἰμὶ τέκνον
ἔχω τέκνον
τέκνον - τέκνα
τό - τά
ἄλλα τέκνα
τὰ τέκνα εἰσιν ...
ἔχει τέκνα

αὐτός αὐτὸν αὐτοῦ
ὁ ἀδελφός ἡ ἀδελφή
τὸν ἀδελφόν τὴν ἀδελφήν

ὀνομάζω ὀνομάζεις ὀνομάζει -  -  ὀνομάζουσι

ὀνομάζουσι
+ ἐμὲ / σέ / αὐτὸν / αὐτήν / τὸν ἀδελφόν / τὴν  ἀδελφὴν + Θρασύμαχον / Ἑλένην

εἰμί εἶ ἐστι ἐσμέν
ὁ Θρασύλλος / ἡ Εὐρυδίκη
τὸν Θρασύλλον / τὴν Εὐρυδίκην
τοῦ Θρασύλλου / τῆς Εὐρυδίκης

ποῦ δ' οἰκοῦμεν; ὅπου; ἔστι δὴ χωρίον ἐν ἀγροῖς, καὶ ἐν τῷ χωρίῳ οἰκία· ἡμεῖς μὲν οἰκοῦμεν ἐν τῇ οἰκίᾳ ὁ δὲ Θράσυλλος γεωργεῖ ἐν τῷ χωρίῳ· ἆρ’ ἐρωτᾷς, τί ἐστι χωρίον; ἆρ’ οὐ δῆλον; ὁ γεωργὸς γὰρ ἔχει χωρίον, τὸ δὲ χωρίον τόπος ἐστὶν ἐν ᾧ γεωργεῖ γεωργός. χώρα μὲν γάρ ἐστι τόπος, καὶ χωρίον ἐστὶ χώρα μικρά· λέγω δὲ οὕτως, ἐπειδὴ οὐκ εἶ σὺ Ἑλληνικὸν παιδίον, ἆρα δῆλόν σοι νῦν ἐστιν ὅ λέγω; τὸ δὲ χωρίον ἔχει ἀγροὺς οὐκ ὀλίγους.


ποῦ οἰκεῖς; 
ποῦ οἰκεῖ αὐτός / αὐτή; 
ποῦ ἐστιν ἡ οἰκία τοῦ Θρασυμάχου; 
ποῦ ἐστιν ἡ οἰκία σου;
τί ἐστι χωρίον;
τί ἐστι οἰκία;
τί έστι ἀγρός;
Τίς ...;
Ποῦ ... ;

οἰκῶ οἰκεῖς οἰκεῖ οἰκοῦμεν -  οἰκοῦσι
τὸ χωρίον / τοῦ χωρίου // τῷ χωρίῳ
ἐν τῷ χωρίῳ / ἐν τοῖς ἀγροῖς

ὲγώ / ἡμεῖς
ἡ οἰκία / τὴν οἰκίαν / τῆς οἰκίας / τῇ οἰκίᾳ

ὅς -- -- ᾧ
ἐγώ / σύ
ἐμέ / σέ
μοι / σοι

ἀγρός / ἀγρόν / ἀγροῦ / ἀγρῷ
//ἀγρούς//


Comments