08 f. ΨΙΤΤΑΚΟΣ

φεῦ τῆς εὐτυχίας· ἔχω γὰρ δῶρον κάλλιστον. ἆρ' ἐρωτᾷς ὅ τι ἐστὶ τὸ δῶρον; ἄκουε δή, ἵνα συγχαίρῃς ἐμοί. ξένος μὲν γάρ τις ἦλθε, τρίτη ἡμέρα αὑτηΐ, φέρων ἐν οἰκίσκῳ θαυμάσιον ὀρνίθιον, θαυμασιώτατον μὲν οὖν. ἔστι γὰρ μέγα τὸ ὀρνίθιον, καὶ τὰ μὲν πράσινον, τὰ δὲ ξανθόν· ἔχει ῥύγχιον μέγα καὶ καμπύλον· ἔχει δὲ καὶ μεγάλην τὴν φωνὴν καὶ ἀνθρωπίνην. οὐ πιστεύεις; τὰ ὄντα λέγω· ἀνθρωπίνη τῷ ὄντι ἡ φωνή, νὴ τοὺς θεούς. ἔφασκε δ' ὁ ξένος ψιττακὸν εἶναι τὸ ὀρνίθιον. φεῦ τῆς εὐφωνίας· λαλεῖ τὸ θηρίον ὡς ἄνθρωπος· τὰ ὄντα λέγω. ἄκουε, ἵνα πιστεύῃς. ἐπειδὴ γὰρ τάχιστα ἦλθεν ὁ ξένος, βοᾷ ὁ ψιττακός· "χαίρετε." ἡμᾶς δ' εὐθὺς φόβος κατέλαβεν· ὁ δ' εἶπεν, "οὐδεὶς φόβος, ὦ ἄνθρωποι· χαίρειν κελεύει ὑμᾶς ὁ ψιττακός, φιλὸς ὢν θεοῖς· οἱ γὰρ θεοὶ ἐποίησαν αὐτὸν λαλεῖν φωνῇ ἀνθρωπίνῃ." καὶ ὁ Θράσυλλος θαυμάζων εἶπε, "τί δὴ τοῦτ' ἐστίν, ὦ τάν; οὐ γὰρ ἠκούσαμεν ἡμεῖς οὐδέποτε ὀρνιθίου λαλοῦντος φωνῇ ἀνθρωπίνῃ. τί ἄλλο λέγει;" ὁ δὲ ξένος, "πολλά, ἦ δ' ὅς· πεινῶν γὰρ κελεύει σιτία φέρειν, διψῶν δὲ ποτὸν φέρειν κελεύει· μὴ φερόντων δ' ἡμῶν, λοιδορία ἐστὶ πολλή." ὁ δὲ Θράσυλλος ἐπῄνεσέ τε τὸν ψιττακὸν τῆς εὐφωνίας, καὶ εἶπεν· "ὦ ξένε, ἆρα πωλεῖς μοι τὸ ὀρνίθιον;" ὁ δέ, "καὶ μάλα, ἔφη, δέκα δραχμῶν." λαβὼν οὖν τὰς δέκα δραχμὰς ἀπῆλθε μὲν ἄσμενος, ἡμῖν δὲ κατέλιπε τὸν ψιττακόν, πολλὰ λαλοῦντα, οἷα τάδε· "ὦ κατάρατε, ποῖ φεύγεις; κάρυον, κάρυον, κάρυον· πεινῶ, πεινῶ· διψῶ, διψῶ· φερέτω τις κάρυον, φερέτω τις οἶνον. φεῦ τοῦ καταράτου ἀνθρώπου, φεῦ τοῦ πονήρου· ἄπαγε, ἄπαγε." ἡμεῖς δ' ἐθαυμάζομεν ἀκούοντες. ἐγὼ δ' εὐθὺς ἐποίησα τὸν ψιττακόν.

VIIIf ΨΙΤΤΑΚΟΣ