04 e. ΤΑ ΕΝ ΟΙΚΙΑΙ

Ir a descargar

οὐκ ἀγνοεῖς δὴ ὁπόσα δωμάτιά ἐστιν ἐν τῃ ἡμετέρᾳ οἰκίᾳ· λέγω γὰρ αὖθις ὅτι δέκα. εἰσὶ δὲ καὶ ἐν αὐτῇ δίφροι, ἐφ’ ὧν καθίζομεν, καὶ κλῖναι, ἐν αἷς καθεύδομεν, καὶ τράπεζαι, ἐφ’ ὧν ἐστι τὰ σιτία καὶ ὁ οἶνος· τὰ μὲν σιτία ἐσθίομεν, τὸν δ’ οἶνον πίνομεν. ποτήρια δ’ ἐστὶν ἡμῖν ἐξ ὧν πίνομεν, λεκάναι δ’ ἐξ ὧν ἐσθίομεν τὰ σιτία. καὶ μὴν ποῖά γ’ ἐστιν ἡμῖν τὰ σιτία; ἄρτος μὲν καὶ μᾶζα, μετὰ ταῦτα τυρὸς λευκός, καὶ ᾠά, καὶ ὀρνίθεια, καὶ δὴ καὶ ἄλλα ἐστὶν περὶ ὧν, λέγω ὕστερον· οὐ γὰρ νῦν πάρεστιν. τὰ δ’ ἐκ τοῦ κήπου λάχανα ἐσθίομεν καὶ ὀπώραν, σταφυλάς τε καὶ σῦκα καὶ ἐλαίας. ἆρα ἀγνοεῖς τὴν περὶ σύκων παροιμίαν; αὕτη δή ἐστιν ἡ παροιμία· "οὐ σῦκον σύκῳ ὁμοιότερον." καὶ δὴ ἐγὼ ὅμοιός εἰμι τῷ ἀδελφῷ· ὁρᾷ τις ἡμᾶς, καὶ λέγει· "ὁμοιότερός ἐστι τῷ ἀδελφῷ ὁ Θρασύμαχος ἢ σῦκον σύκῳ." οἷον γὰρ ἄλλο σῦκον, τοιοῦτο καὶ ἄλλο.

View more documents from Ana Ovando.