Textos‎ > ‎

08. Ο ΜΩΡΟΣ

ἔστι τις μῶρος ἐν τῇ ἡμετέρᾳ κώμῃ, ὃν Κόβᾱλον ὀνομάζει τὰ παιδία· ὁ δὲ μῶρος μισεῖ τὰ παιδία. οὐκ ἔχει νοῦν ὁ μῶρος, ἡμεῖς δὲ τὰ παιδία ἔχομεν. χθὲς ἠρώτησέ τις αὐτόν· "ὦ Κόβαλε, πόσον χωρεῖ ἡ πεντακότυλος λήκυθος;" ὁ δ' ἔφη, "πότερον οἶνον λέγεις ἢ ἔλαιον;" καὶ ἐν ᾧ χρόνῳ ἐγελῶμεν, ἄλλος τις ἐρωτᾷ αὐτόν· "ὦ Κόβαλε σοφώτατε, ἆρα σιωπᾶν οἷός τ' εἶ;" οὔ φασι γὰρ οἵους τ' εἶναι σιωπᾶν τοὺς μώρους. ὁ δ' εἶπεν, "μάλιστά γε." ὁ δέ, "διὰ τί οὖν, ἔφη, οὐ σιωπᾷς;" ὁ δ' ἔφη, "καὶ δὴ σιωπῶ· τί μήν; σὺ δ', ὦ κάκιστε, λέγεις." "ἀλλὰ μήν, ἦ δ' ὅς, οἷός τ' εἰμὶ σιωπᾶν." καὶ ὁ μῶρος, "καὶ ἐγώ," φησίν. ὥστε τότε γοῦν ἔδοξεν εἶναι σοφὸς ὁ ἄνθρωπος ἀντὶ μώρου· τὸ δὲ παιδίον σιωπῶν μόλις, καὶ σοφὸς ἔδοξεν ἅμα καὶ μῶρος. ἆρ' οὔκ ἐστι θαυμάσιον τοῦτο; ἔμοιγε δοκεῖ.




Ο ΜΩΡΟΣ para PROFESORES


Comments