07. ΔΗΜΟΙ
τὸ χωρίον ἐν ᾧ οἰκοῦμεν ἐγώ τε καὶ οἱ ἄλλοι, ἐν Ἀχαρναῖς ἐστιν. αἱ δ' Ἀχαρναί εἰσι δῆμος τῶν Ἀθηνῶν. ἆρ' ἐρωτᾷς με, τί ποτ' ἐστὶ δῆμος; ἆρ' ἀγνοεῖς; λέγω δή. ἡ γῆ ἡ τῶν Ἀθηνῶν ἡ μέν ἐστι πεδίον, ἡ δὲ λόφοι. καὶ ἔν τε ταῖς Ἀθήναις καὶ ἐν τῷ πεδίῳ καὶ δὴ καὶ ἐν τοῖς λόφοις πολλοί εἰσι δῆμοι, ἅ μόριά ἐστι τῶν Ἀθηνῶν· τὰ δὲ τῶν Ἀθηνῶν μόρια τὰ μέν ἐστιν ἐν ταῖς Ἀθήναις αὐταῖς, τὰ δ' ἐν ταῖς κώμαις καὶ κατὰ τὸ πέδιον καὶ κατὰ τοὺς λόφους. πολλοὶ δ' εἰσὶν οἱ δῆμοι· ἕκαστος δ' ἄρχει αὐτὸς ἑαυτοῦ, αἱ δ' Ἀθῆναι κύριαί εἰσι τῶν δήμων, ὅσοι ὑπάρχουσιν. ὀνομάζομεν δἐ δημότας τοὺς ἐν ἑκάστῳ δήμῳ· οἱ δὲ δημόται ἄρχουσιν αὐτοὶ ἑαυτῶν. ὁ μὲν πρῶτος τῶν δημοτῶν δήμαρχός ἐστιν· ἐν ἑκάστῳ δὲ δήμῳ ταμιεύει ταμίας· ἔστι δὲ καὶ δημοτικὰ ἱερὰ καὶ ἱεροποιοί, καὶ πρυτανεῖον δημοτικὸν ἐν ᾧ ἐστιν ἑστία δημοτική. ἐν τοῖς ἱεροῖς ἱερὰ ποιοῦμεν τοῖς θεοῖς καὶ σέβομεν αὐτοὺς καὶ προσκυνοῦμεν· ἐν δὲ τῷ πρυτανείῳ δειπνοῦμεν ἐνίοτε.
VIIΑ. ΑΧΑΡΝΑΙ
ἐνθένδε ἀπὸ τοῦ δήμου τῶν Ἀχαρνῶν ὁρῶμεν τὰς Ἀθήνας· αἱ δ' Ἀθῆναι μακρὰν ἄπεισιν τῶν Ἀχαρνῶν, στάδια ἑξήκοντα. ἔχομεν δὲ δημότας πολλούς, ὥστε ἔνεισιν ἐν ταῖς Ἀχαρναῖς τρισχίλιοι ὁπλῖται. ὁ δὲ ὁπλίτης τοι στρατιώτης ἐστίν, ὃς ὅπλα φέρει χαλκᾶ ἢ σιδηρᾶ. καὶ γὰρ οἱ πολῖται οἱ ἐν ἀγροῖς ἐν μὲν μάχῃ εἰσὶ στρατιῶται, ἐν δ' εἰρήνῃ ἐργάται. ὁ αὐτὸς οὖν ἄλλοτε μὲν ἐργάτης ἐστίν, ἄλλοτε δὲ στρατιώτης· καὶ ἀμύνουσι τοὺς πολεμίους ταῖς τ' Ἀχαρναῖς καὶ ταῖς Ἀθηναῖς. ἡ δὲ γῆ ἡ ἡμετέρα καρποφόρος ἐστίν· φύει καὶ δένδρα καρποφόρα καὶ πυροὺς καὶ κρίθας· τὰ δ' ἄλλα δένδρα κατακόπτομεν, καὶ καίομεν, οὗτοί εἰσιν οἱ λόφοι οἳ περιέχουσι τὰς Ἀχαρνάς, καὶ ἐκεῖνά ἐστι τὰ δένδρα ἃ κατακόπτομέν τε καὶ καίομεν, ὁρᾷς δὲ καὶ κύκλῳ ἀγροὺς καὶ χωρία πολλά, ἐν οἷς ἡ γῆ φύει τὰ καρποφόρα δένδρα καὶ τὸν σῖτον. τὰ δὲ χωρία γεωργοῦσιν οἱ γεωργοί.
View more presentations from Ana Ovando.