11. ΝΟΜΙΣΜΑ

τὸ νόμισμα τὸ Ἀττικὸν τοιόνδ΄ ἐστίν. χρώμεθα ἀργυροῖς νομίσμασι, οὐ χρυσοῖς οὐδὲ χαλκοῖς. τὸ μὲν τάλαντον οὔκ ἐστι νόμισμα, ἀλλὰ βάρος τι ἀργυρίου ἔχον ἑξήκοντα μνᾶς · ἡ δὲ μνᾶ καὶ αὐτὴ βάρος, ἔχει δὲ δραχμὰς ἑκατόν · ἡ δὲ δραχμὴ ἤδη νόμισμα, καὶ δὴ καὶ χρώμεθα διδράχμοις καὶ τετράδράχμοις καὶ δεκαδράχμοις. ἔχει δὲ τὸ δίδραχμον δύο δραχμάς, καὶ τἄλλα κατὰ λόγον. ἡ δὲ δραχμὴ ὀβολοὺς ἔχει ἕξ · πρὸς δὲ χρώμεθα διωβόλῳ καὶ τριωβόλῳ. ἔστι δὲ καὶ τριτημόριον, μέρος ὄν τρίτον τοῦ ὀβολοῦ, καὶ τεταρτημόριον. ἡ οὖν δραχμὴ τῆς μὲν μνᾶς ἑκατοστόν ἐστι μέρος, ἡ δὲ μνᾶ τοῦ ταλάντου μέρος ἑξηκοστόν, τοῦ δὲ ταλάντου ἡ δραχμὴ ἑξακισχιλιοστὸν ἤδη μέρος.

καὶ μὴν χαρακτὴρ ἔπεστιν ἐπὶ τῆς δραχμῆς, ἑτέρωθεν μὲν κεφαλὴ Ἀθήνης, ἑτέρωθεν δὲ γλαῦξ, ἱερὰ οὖσα Ἀθήνῃ. καὶ ἐπὶ τῶν κερμάτων (κέρματα δ΄ ἔστι τὰ μικρά) φύλλον ἐλαίας.

ταῦτ΄ ἐστὶ τὰ νομίσματα τὰ Ἀθηναῖα. καὶ ἡ μὲν Ἀθηναία δραχμὴ γλαῦξ ὀνομάζεται, ἡ δ΄Αἰγιναία χελώνη, ἡ δ΄ αὖ Κορινθία ἵππος, ἑκάστη κατὰ τὸν χαρακτῆρα τὸν ἑπόντα.

XI ΝΟΜΙΣΜΑ