04 i. ΠΟΛΛΑΠΛΑΣΙΩΣΙΣ

πολλαπλασιοῦμεν δ᾽ οὕτω τοὺς ἀριθμούς. ἅπαξ ἕν ἐστιν ἕν, δὶς ἕν ἐστι δύο, τρὶς ἕν ἐστι τρία, τετράκις ἕν ἐστι τέτταρα, πεντάκις ἕν ἐστι πέντε, ἑξάκις ἕν ἐστιν ἕξ, ἑπτάκις ἕν ἐστιν ἑπτά, ὀκτάκις ἕν ἐστιν ὀκτώ, ἐνάκις ἕν ἐστιν ἐννέα, δεκάκις ἕν ἐστι δέκα, ἑνδεκάκις ἕν ἐστιν ἕνδεκα, δωδεκάκις ἕν ἐστι δώδεκα, τρισκαιδεκάκις ἕν ἐστι τρία καὶ δέκα, τετταρεσκαιδεκάκις ἕν ἐστι τέτταρα καὶ δέκα, πεντεκαιδεκάκις ἕν ἐστι πέντε καὶ δέκα, ἑκκαιδεκάκις ἕν ἐστιν ἑκκαίδεκα, ἑπτακαιδεκάκις ἕν ἐστιν ἑπτὰ καὶ δέκα, ὀκτωκαιδεκάκις ἕν ἐστιν ὀκτὼ καὶ δέκα, ἐννεακαιδεκάκις ἕν ἐστιν ἐννέα καὶ δέκα, εἰκοσάκις ἕν ἐστιν εἴκοσιν.

τῷ δ’ αὐτῷ τρόπῳ καὶ περὶ τοῦ τριακοντάκις, τετταρακοντάκις, πεντηκοντάκις, ἑξηκοντάκις, ἑβδομηκοντάκις, ὀγδοηκοντάκις, ἐνενηκοντάκις, ἑκατοντάκις, χιλιάκις, μυριάκις.

καὶ δὴ καὶ ἅπαξ δύο ἐστὶ δύο, δὶς δύο ἐστὶ τέτταρα, τρὶς δύο ἐστὶν ἕξ, τετράκις δύο ἐστὶν ὀκτώ, πεντάκις δύο ἐστὶ δέκα, ἑξάκις δύο ἐστὶ δώδεκα, ἑπτάκις δύο ἐστὶν τέτταρα καὶ δέκα, ὀκτάκις δύο ἐστὶν ἑκκαίδεκα, ἐνάκις δύο ἐστιν ὀκτὼ καὶ δέκα, δεκάκις δύο ἐστὶν εἴκοσι, ἑνδεκάκις δύο ἐστὶ δύο καὶ εἴκοσι, δωδεκάκις δύο ἐστὶ τέτταρα καὶ εἴκοσιν.

καὶ τῷ αὐτῷ δὴ τρόπῳ· ἅπαξ τρία ἐστὶ τρία, δίς τρία ἐστὶν ἕξ, τρὶς τρία ἐστὶν ἐννέα, τετράκις τρία δώδεκ᾽ ἐστί, πεντάκις τρία πέντε καὶ δέκα, ἑξάκις τρία ὀκτὼ καὶ δέκα, ἑπτάκις τρία ἓν καὶ εἴκοσιν, ὀκτάκις τρία τέτταρα καὶ εἴκοσιν, ἐνάκις τρία ἑπτὰ καὶ εἴκοσιν, δεκάκις τρία τριάκοντα, ἑνδεκάκις τρία τρία καὶ τριάκοντα, δωδεκάκις τρία ἓξ καὶ τριάκοντα.

οὐδ᾽ ἄλλῳ τρόπῳ τὰ λοιπά· ἅπαξ τέτταρα, δὶς τέτταρα· καὶ ἅπαξ πέντε, δὶς πέντε, τρὶς πέντε· καὶ δὴ καὶ τοὺς ἄλλους τῶν ἀριθμῶν ἀριθμοῦμεν τῷ αὐτῷ τρόπῳ· σὺ δὲ λέγε δὴ ἄνευ βιβλίου οὕτως.

λοιπὸν δή ἐστι λέγειν τὰ μετὰ τοὺς χιλίους· οὕτω δὲ λεκτέον ἐστίν. δισχίλιοι, τρισχίλιοι, καὶ τὰ ἄλλα μεχρὶ τῶν ἐνακισχιλίων· ἀντὶ δὲ τῶν δεκάκις χιλίων λέγομεν μυρίους, καὶ δισμυρίους, καὶ τὰ ἄλλα οὕτως.