Textos‎ > ‎

08 e. ΠΛΟΥΤΟΣ ΚΑΙ ΠΕΝΙΑ

ἆρα φανερόν ἐστί σοι, ὅ τι μέν ἐστιν ὁ πλοῦτος, ὅ τι δ' ἡ πενία; ἀκούοις ἄν. ὅταν τις ἔχῃ ὅσα ἂν ἐθέλῃ, πλοῦτον ἔχει· ὅταν δὲ μὴ ἔχῃ ἅλις, πενία. πλούτου μὲν παρόντος τρυφῶσιν οἱ ἄνθρωποι, πενίας δὲ παρούσης ἰσχυροί εἰσιν. ἡ δὲ πενία τὰς τέχνας διδάσκει, κατὰ τὴν παροιμίαν· ἀντὶ γὰρ τοῦ τρυφᾶν καὶ ἀντὶ τοῦ ἡσυχάζειν, δεῖ τοὺς μὲν γεωργοὺς γεωργεῖν, τὰς δ' ἐν τῇ οἰκίᾳ τελεῖν τὰ ἔργα. οἱ μὲν οὖν ἀροῦσι τῷ ἀρότρῳ, καὶ σπείρουσι, καὶ ἀμῶσιν· αἱ δὲ λίνον ποιοῦσι κλώθουσαι ἔρια, καὶ ὑφαίνουσι, καὶ ῥάπτουσιν. ἡμεῖς δὲ τὰ παιδία μετέχομεν τούτων τῶν ἔργων, καὶ μοῖραν ἔχομεν· μανθάνομεν δὲ καὶ παίζομεν. πρὸς δὲ τούτοις ἀναβαίνομεν ἐφ' ἵππους καὶ ἱππεύομεν, καὶ διατρέχομεν. ἑσπέρας δὲ καθίζομεν παρ' ἑστίᾳ καὶ ἡ τροφός, ἥτις παλαιά ἐστι τὴν ἡλικίαν, λέγει μύθους παλαιοτέρους ἑαυτῆς, ἡμεῖς δ' ἀκούομεν ἄσμενοι.

Comments