Ἀλήθειαν λέγω ἐν Χριστῷ. οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ,
The truth I speak in Christ; I am not lying. Testifying with me is my conscience in the Holy Spirit.
Paraphrase:
Comments:
ὅτι λύπη μοί ἐστιν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
that great grief to me is and unceasing pain in my heart
Paraphrase:
Comments:
ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ, ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου, κατὰ σάρκα·
Paraphrase:
Comments:
Note use of αυτος.
οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι·
ὧν οἱ πατέρες· καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.
Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ.
οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα· ἀλλ’, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα
Rom 9:8 τοῦτ’ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
Rom 9:9 ἐπαγγελίας γὰρ, ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον, ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
Rom 9:10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα, ἐξ ἑνὸς κοίτην, ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν,
Rom 9:11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ,
Rom 9:12 οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι, Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Rom 9:13 καθὼς* γέγραπται Τὸν· Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
Rom 9:14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο!
Rom 9:15 τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω* ὃν ἂν οἰκτίρω*.
Rom 9:16 Ἄρα οὖν, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος Θεοῦ.
Rom 9:17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Rom 9:18 ἄρα οὖν, ὃν θέλει, ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει.
Rom 9:19 Ἐρεῖς μοι οὖν, Τί ‹οὖν› ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκεν;
Rom 9:20 ὦ ἄνθρωπε, μενοῦνγε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως;
Rom 9:21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
Rom 9:22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, σκεύη ὀργῆς, κατηρτισμένα εἰς ἀπώλειαν,
Rom 9:23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
Rom 9:24 οὓς καὶ ἐκάλεσεν, ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν;
Rom 9:25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην,
Rom 9:26 Καὶ, Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται Υἱοὶ Θεοῦ ζῶντος.
Rom 9:27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται.
Rom 9:28 λόγον γὰρ συντελῶν καὶ συντέμνων, ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Rom 9:29 Καὶ, καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
Rom 9:30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
Rom 9:31 Ἰσραὴλ δὲ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασεν.
Rom 9:32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων. προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
Rom 9:33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.