fr. 1
Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτεω υἱέ
fr. 2
στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται·
πολλὰ δὲ δείλ᾿ ἔμπαια, τά τ᾿ ἀμβλύνουσι μέριμνας.
παῦρον δ᾿ ἐν ζωῆισι βίου μέρος ἀθρήσαντες
ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν
αὐτὸ μόνον πεισθέντες, ὅτωι προσέκυρσεν ἕκαστος
πάντοσ᾿ ἐλαυνόμενοι, τὸ δ᾿ ὅλον <πᾶσ> εὔχεται εὑρεῖν·
οὕτως οὔτ᾿ ἐπιδερκτὰ τάδ᾿ ἀνδράσιν οὔτ᾿ ἐπακουστά
οὔτε νόωι περιληπτά. σὺ δ᾿ οὖν, ἐπεὶ ὧδ᾿ ἐλιάσθης,
πεύσεαι οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν.
fr. 3
ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης,
ἐκ δ᾿ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν
καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα,
ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν,
πέμπε παρ᾿ Εὐσεβίης ἐλάουσ᾿ εὐήνιον ἅρμα.
μηδέ σέ γ᾿ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς
πρὸς θνητῶν ἀνελέσθαι, ἐφ᾿ ὧι θ᾿ ὁσίης πλέον εἰπεῖν
θάρσεϊ – καὶ τότε δὴ σοφίης ἐπ᾿ ἄκροισι θοάζειν.
ἀλλ᾿ ἄγ᾿ ἄθρει πάσηι παλάμηι, πῆι δῆλον ἕκαστον,
μήτε τιν᾿ ὄψιν ἔχων πίστει πλέον ἢ κατ᾿ ἀκουήν
ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης,
μήτε τι τῶν ἄλλων, ὁπόσηι πόρος ἐστὶ νοῆσαι,
γυίων πίστιν ἔρυκε, νόει δ᾿ ἧι δῆλον ἕκαστον.
fr. 4
ἀλλὰ κακοῖς μὲν κάρτα μέλει κρατέουσιν ἀπιστεῖν·
ὡς δὲ παρ᾿ ἡμετέρης κέλεται πιστώματα Μούσης,
γνῶθι διασσηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.
fr. 5
στεγάσαι φρενὸς ἔλλοπος εἴσω.
fr. 6
τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε·
Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ᾿ Ἀιδωνεύς
Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
fr. 7
ἀγένητα στοιχεῖα. παρ᾿ ᾿Εμπεδοκλει
fr. 8
ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἁπάντων
θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή,
ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων
ἔστι, φύσις δ᾿ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.
fr. 9
οἱ δ᾿ ὅτε μὲν κατὰ φῶτα μιγέντ᾿ εἰς αἰθέρ᾿ ἵ<κωνται> (?)
ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων
ἠὲ κατ᾿ οἰωνῶν, τότε μὲν τὸ <λέγουσι> γενέσθαι, 1
εὖτε δ᾿ ἀποκρινθῶσι, τὸ δ᾿ αὖ δυσδαίμονα πότμον·
ἣ θέμις <οὐ> καλέουσι, νόμωι δ᾿ ἐπίφημι καὶ αὐτός.
fr. 10
θάνατον ... ἀλοίτην ...
fr. 11
νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι,
οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν
ἤ τι καταθνήισκειν τε καὶ ἐξόλλυσθαι ἁπάντηι.
fr. 12
ἔκ τε γὰρ οὐδάμ᾿ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι
fr. 13
οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.
fr. 14
τοῦ παντὸς δ᾿ οὐδὲν κενεόν· πόθεν οὖν τί κ᾿ ἐπέλθοι;
fr. 15
οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο,
ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι,
τόφρα μὲν οὖν εἰσίν, καί σφιν πάρα δειλὰ καὶ ἐσθλά,
πρὶν δὲ πάγεν τε βροτοὶ καὶ <ἐπεὶ> λύθεν, οὐδὲν ἄρ᾿ εἰσιν.
fr. 16
ἧι γὰρ καὶ πάρος ἔσκε(?), καὶ ἔσσεται, οὐδέ ποτ᾿, οἴω
τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.
fr. 17
δίπλ᾿ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι
ἐκ πλεόνων, τοτὲ δ᾿ αὖ διέφυ πλέον᾿ ἐξ ἑνὸς εἶναι.
δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ᾿ ἀπόλειψις·
τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ᾿ ὀλέκει τε,
ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη.
καὶ ταῦτ᾿ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα,
ἄλλοτε δ᾿ αὖ δίχ᾿ ἕκαστα φορεύμενα Νείκεος ἔχθει.
<οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι>
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον᾿ ἐκτελέθουσι,
τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·
ἧι δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ταύτηι δ᾿ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
ἀλλ᾿ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει·
ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων,
δίπλ᾿ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι
ἐκ πλεόνων, τοτὲ δ᾿ αὖ διέφυ πλέον᾿ ἐξ ἑνὸς εἶναι,
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψoς,
Νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι,
καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε·
τὴν σὺ νόωι δέρκευ, μηδ᾿ ὄμμασιν ἧσο τεθηπώς·
ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις,
τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι,
Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ᾿ Ἀφροδίτην·
τὴν οὔ τις μετὰ τοῖσιν ἑλισσομένην δεδάηκε
θνητὸς ἀνήρ· σὺ δ᾿ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν.
ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἥλικα γένναν ἔασι,
τιμῆς δ᾿ ἄλλης ἄλλο μέδει, πάρα δ᾿ ἦθος ἑκάστωι,
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο.
καὶ πρὸς τοῖς οὔτ᾿ ἄρ τι ἐπιγίνεται οὐδ᾿ ἀπολήγει·
εἴτε γὰρ ἐφθείροντο διαμπερές, οὐκέτ᾿ ἂν ἦσαν·
τοῦτο δ᾿ ἐπαυξήσειε τὸ πᾶν τί κε; καὶ πόθεν ἐλθόν;
fr. 18
Φιλίη.
fr. 19
σχεδύνην Φιλότητα.
fr. 20
τοῦτο μὲν ἀν βροτέων μελέων ἀριδείκετον ὄγκον·
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν᾿ εἰς ἓν ἅπαντα
γυῖα, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῆι·
ἄλλοτε δ᾿ αὖτε κακῆισι διατμηθέντ᾿ ᾿Ερίδεσσι
πλάζεται ἄνδιχ᾿ ἕκαστα περὶρρηγμῖνι βίοιο.
ὡς δ᾿ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις
θηρσί τ᾿ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις.
fr. 21
ἀλλ᾿ ἄγε, τόνδ᾿ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ,
εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῆι,
ἠέλιον μὲν λευκὸν ὁρᾶν καὶ θερμὸν ἁπάντηι,
ἄμβροτα δ᾿ ὅσσ᾿ εἴδει τε καὶ ἀργέτι δεύεται αὐγῆι,
ὄμβρον δ᾿ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε·
ἐκ δ᾿ αἴης προρέουσι θελεμνά τε καὶ στερεωπά.
ἐν δὲ Κότωι διάμορφα καὶ ἄνδιχα πάντα πέλονται,
σὺν δ᾿ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται.
ἐκ τούτων γὰρ πάνθ᾿ ὅσα τ᾿ ἦν ὅσα τ᾿ ἔστι καὶ ἔσται,
δένδρεά τ᾿ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες,
θῆρές τ᾿ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς,
καί τε θεοὶ δολιχαίωνες τιμῆισι φέριστοι.
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι᾿ ἀλλήλων δὲ θέοντα
γίγνεται ἀλλοιωπά· τόσον διὰ κρῆσις ἀμείβει.
fr. 22
ἄρθμια μὲν γὰρ ταῦτα ἑαυτῶν πάντα μέρεσσιν,
ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,
ὅσσα φιν ἐν θνητοῖσιν ἀποπλαχθέντα πέφυκεν.
ὡς δ᾿ αὔτως ὅσα κρῆσιν ἐπαρκέα μᾶλλον ἔασιν,
ἀλλήλοις ἔστερκται ὁμοιωθέντ᾿ Ἀφροδίτηι.
ἐχθρὰ <δ᾿ ἃ> πλεῖστον ἀπ᾿ ἀλλήλων διέχουσι μάλιστα
γέννηι τε κρήσει τε καὶ εἴδεσιν ἐκμάκτοισι,
πάντηι συγγίνεσθαι ἀήθεα καὶ μάλα λυγρά
Νείκεος ἐννεσίηισιν, ὅτι σφίσι γένναν ἔοργεν (?).
fr. 23
ὡς δ᾿ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν
ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε,
οἵτ᾿ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν,
ἁρμονίηι μείξαντε τὰ μὲν πλέω, ἄλλα δ᾿ ἐλάσσω,
ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι,
δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας
θῆράς τ᾿ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς
καί τε θεοὺς δολιχαίωνας τιμῆισι φερίστους·
οὕτω μή σ᾿ ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι
θνητῶν, ὅσσα γε δῆλα γεγάκασιν ἄσπετα, πηγήν,
ἀλλὰ τορῶς ταῦτ᾿ ἴσθι, θεοῦ πάρα μῦθον ἀκούσας.
fr. 24
κορυφὰς ἑτέρας ἑτέρηισι προσάπτων
μύθων μὴ τελέειν ἀτραπὸν μίαν,
fr. 25
... καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν.
fr. 26
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο,
καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης.
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι᾿ ἀλλήλων δὲ θέοντα
γίνοντ(αι) ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα θηρῶν
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν᾿ εἰς ἕνα κόσμον,
ἄλλοτε δ᾿ αὖ δίχ᾿ ἕκαστα φορούμενα Νείκεος ἔχθει,
εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.
οὕτως ἧι μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον᾿ ἐκτελέθουσι,
τῆι μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·
ἧι δὲ τάδ᾿ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ταύτηι δ᾿ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
fr. 27
ἔνθ᾿ οὔτ᾿ ἠελίοιο διείδεται ὠκέα γυῖα
οὐδὲ μὲν οὐδ᾿ αἴης λάσιον μένος οὐδὲ θάλασσα·
οὕτως Ἁρμονίης πυκινῶι κρύφωι ἐστήρικται
Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.
fr. 27a
οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιμος ἐν μελέεσσιν.
fr. 28
ἀλλ᾿ ὅ γε πάντοθεν ἶσος <ἑοῖ> καὶ πάμπαν ἀπείρων
Σφαῖρος κυκλοτερὴς μονίηι περιηγέι γαίων.
fr. 29
οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται,
οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα γεννήεντα,
ἀλλὰ σφαῖρος ἔην καὶ <πάντοθεν> ἶσος ἑαυτῶι.
fr. 30
αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶμμελέεσσιν ἐθρέφθη
ἐς τιμάς τ᾿ ἀνόρουσε τελειομένοιο χρόνοιο,
ὅς σφιν ἀμοιβαῖος πλατέος παρ᾿ ἐλήλαται ὅρκου ...
fr. 31
πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο.
fr. 32
δύω δέει ἄρθρον (?).
fr. 33
ὡς δ᾿ ὅτ᾿ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε .
fr. 34
ἄλφιτον ὕδατι κολλήσας ...
fr. 35
αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων,
τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων,
κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος
δίνης, ἐν δὲ μέσηι Φιλότης στροφάλιγγι γένηται,
ἐν τῆι δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι,
οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν᾿ ἄλλοθεν ἄλλα.
τῶν δέ τε μισγομένων χεῖτ᾿ ἔθνεα μυρία θνητῶν (?)·
πολλὰ δ᾿ ἄμεικτ᾿ ἔστηκε κεραιομένοισιν ἐναλλάξ,
ὅσσ᾿ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως
τῶν πᾶν ἐξέστηκεν ἐπ᾿ ἔσχατα τέρματα κύκλου,
ἀλλὰ τὰ μέν τ᾿ ἐνέμιμνε μελέων τὰ δέ τ᾿ ἐξεβεβήκει.
ὅσσον δ᾿ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπήιει
ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή·
αἶψα δὲ θνήτ᾿ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ᾿ εἶναι,
ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους.
τῶν δέ τε μισγομένων χεῖτ᾿ ἔθνεα μυρία θνητῶν,
παντοίαις ἰδέηισιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
fr. 36
τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο Νεῖκος.
fr. 37
αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ᾿ αἰθήρ.
fr. 38
εἰ δ᾿ ἄγε τοι λέξω πρῶθ᾿ † ἥλιον ἀρχήν †,
ἐξ ὧν δῆλ᾿ ἐγένοντο τὰ νῦν ἐσορῶμεν ἅπαντα,
γαῖά τε καὶ πόντος πολυκύμων ἠδ᾿ ὑγρὸς ἀήρ
Τιτὰν ἠδ᾿ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.
fr. 39
εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ,
ὡς διὰ πολλῶν δὴ γλώσσας ἐλθόντα ματαίως
ἐκκέχυται στομάτων ὀλίγον τοῦ παντὸς ἰδόντων .
fr. 40
῞Ηλιος ὀξυβελὴς ἠδ᾿ ἱλάειρα Σελήνη.
fr. 41
ἀλλ᾿ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει.
fr. 42
ἀπεστέγασεν δέ οἱ αὐγάς,
ἔστ᾿ ἂν ἴηι καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης
τόσσον ὅσον τ᾿ εὖρος γλαυκώπιδος ἔπλετο μήνης.
fr. 43
ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν ...
fr. 44
ἀνταυγεῖ πρὸς ῎Ολυμπον ἀταρβήτοισι προσώποις.
fr. 45
κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς.
fr. 46
ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται ἥ τε παρ᾿ ἄκρην ... (?)
fr. 47
ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον.
fr. 48
νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσι
<ἠελίου>.
fr. 49
νυκτὸς ἐρημαίης ἀλαώπιδος ...
fr. 50
῏Ιρις δ᾿ ἐκ πελάγους ἄνεμον φέρει ἢ μέγαν ὄμβρον.
fr. 51
καρπαλίμως δ᾿ ἀνόπαιον ...
fr. 52
πολλὰ δ᾿ ἔνερθ(ε) οὔδεος πυρὰ καίεται.
fr. 53
οὕτω γὰρ συνέκυρσε θέων τοτέ, πολλάκι δ᾿ ἄλλως.
fr. 54
αἰθὴρ <δ᾿ αὖ> μακρῆισι κατὰ χθόνα δύετο ῥίζαις.
fr. 55
γῆς ἱδρῶτα θάλασσαν.
fr. 56
ἃλς ἐπάγη ῥιπῆισιν ἐωσμένος ἠελίοιο.
fr. 57
ἧι πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν,
γυμνοὶ δ᾿ ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων,
ὄμματά τ᾿ οἷ(α) ἐπλανᾶτο πενητεύοντα μετώπων.
fr. 58
μουνομελῆ ἔτι τὰ γυῖα…
fr. 59
αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων,
ταῦτά τε συμπίπτεσκον, ὅπηι συνέκυρσεν ἕκαστα,
ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο.
fr. 60
εἱλίποδ᾿ ἀκριτόχειρα
fr. 61
πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι,
βουγενῆ ἀνδρόπρωιρα, τὰ δ᾿ ἔμπαλιν ἐξανατέλλειν
ἀνδροφυῆ βούκρανα, μεμειγμένα τῆι μὲν ἀπ᾿ ἀνδρῶν
τῆι δὲ γυναικοφυῆ σκιεροῖς ἠσκημένα γυίοις.
fr. 62
νῦν δ᾿ ἄγ᾿, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν
ἐννυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ,
τῶνδε κλύ᾿· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ᾿ ἀδαήμων.
οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον,
ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες·
τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι,
οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας
οὔτ᾿ ἐνοπὴν οἷόν τ᾿ ἐπιχώριον ἀνδράσι γυῖον.
fr. 63
ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρός ...
fr. 64
τῶι δ᾿ ἐπὶ καὶ πόθος εἶσι δι᾿ ὄψιος ἀμμιμνήισκων (?).
fr. 65
ἐν δ᾿ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες
ψύχεος ἀντιάσαντα <τὰ δ᾿ ἔμπαλιν ἄρρενα θερμοῦ>.
fr. 66
σχιστοὺς λειμῶνας ... Ἀφροδίτης.
fr. 67
ἐν γὰρ θερμοτέρωι τοκὰς ἄρρενος ἔπλετο γαστήρ (?)·
καὶ μέλανες διὰ τοῦτο καὶ ἁδρομελέστεροι ἄνδρες
καὶ λαχνήεντες μᾶλλοn.
fr. 68
μηνὸς ἐν ὀγδοάτου δεκάτηι πύον ἔπλετο λευκόν.
fr. 69
δίγονοι.
fr. 70
ἀμνίον.
fr. 71
εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις,
πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε
κιρναμένων εἴδη τε γενοίατο χροῖά τε θνητῶν
τόσσ᾿, ὅσα νῦν γεγάασι συναρμοσθέντ᾿ Ἀφροδίτηι .
fr. 72
πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες ...
fr. 73
ὡς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ᾿ ἐδίηνεν ἐν ὄμβρωι,
εἴδεα ποιπνύουσα θοῶι πυρὶ δῶκε κρατῦναι ...
fr. 74
φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων.
fr. 75
τῶν δ᾿ ὅσ᾿ ἔσω μὲν πυκνά, τὰ δ᾿ ἔκτοθι μανὰ πέπηγε,
Κύπριδος ἐν παλάμηισι πλάδης τοιῆσδε τυχόντα .
fr. 76
τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμων βαρυνώτοις,
ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε·
ἔνθ᾿ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν.
fr. 77,78
<δένδρεα δ᾿> ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τέθηλεν
καρπῶν ἀφθονίηισι κατ᾿ ἠέρα πάντ᾿ ἐνιαυτόν.
fr. 79
οὕτω δ᾿ ὠιοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας ...
fr. 80
οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα
fr. 81
οἶνος ἀπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλωι ὕδωρ.
fr. 82
ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά
καὶ λεπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν.
fr. 83
αὐτὰρ ἐχίνοις
ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι.
fr. 84
ὡς δ᾿ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον
χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο,
ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,
οἵ τ᾿ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,
φῶς δ᾿ ἔξω διαθρῶισκον, ὅσον ταναώτερον ἦεν,
λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·
ὣς δὲ τότ᾿ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ
λεπτῆισίν <τ᾿> ὀθόνηισι λοχάζετο κύκλοπα κούρην,
<αἳ> χοάνηισι δίαντα τετρήατο θεσπεσίηισιν·
αἳ δ᾿ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος,
πῦρ δ᾿ ἔξω διίεσκον, ὅσον ταναώτερον ἦεν.
fr. 85
ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίησ10
fr. 86
ἐξ ὧν ὄμματ᾿ ἔπηξεν ἀτειρέα δῖ᾿ Ἀφροδίτη.
fr. 87
γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη.
fr. 88
μία γίγνεται ἀμφοτέρων ὄψ.
fr. 89
γνούς, ὅτι πάντων εἰσὶν ἀπορροαί, ὅσσ᾿ ἐγένοντο .
fr. 90
ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ᾿ ἐπὶ πικρὸν ὄρουσεν,
ὀξὺ δ᾿ ἐπ᾿ ὀξὺ ἔβη, δαερὸν δ᾿ ἐποχεῖτο δαηρῶι.
fr. 91
οἴνωι ... μᾶλλον ἐνάρθμιον, αὐτὰρ ἐλαίωι
οὐκ ἐθέλει.
fr. 92
τῶι καττιτέρωι μειχθέντα τὸν χαλκόν
[…]
οἴνου καὶ ὕδατος
fr. 93
βύσσωι δὲ γλαυκῆς κόκκος καταμίσγεται ἀκτῆς,
fr. 94
et niger in fundo fluvii color exstat ab umbra,
atque cavernosis itidem spectatur in antris.
fr. 95
Κύπριδος, φησίν, ἐν παλάμηισιν ὅτε ξὺμ πρῶτ᾿ ἐφύοντο.
fr. 96
ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι
τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,
τέσσαρα δ᾿ Ἡφαίστοιο· τὰ δ᾿ ὀστέα λευκὰ γένοντο
Ἁρμονίης κόλληισιν ἀρηρότα θεσπεσίηθεν.
fr. 97
ῥάχιν
fr. 98
ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα,
Ἡφαίστωι τ᾿ ὄμβρωι τε καὶ αἰθέρι παμφανόωντι,
Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν,
εἴτ᾿ ὀλίγον μείζων εἴτε πλεόνεσσιν (?) ἐλάσσων·
ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός.
fr. 99
κώδων. σάρκινος ὄζος.
fr. 100
ὧδε δ᾿ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι
σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται,
καί σφιν ἐπὶ στομίοις πυκιναῖς τέτρηνται ἄλοξιν
ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν
κεύθειν, αἰθέρι δ᾿ εὐπορίην διόδοισι τετμῆσθαι.
ἔνθεν ἔπειθ᾿ ὁπόταν μὲν ἀπαί※ξηι τέρεν αἷμα,
αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργωι,
εὖτε δ᾿ ἀναθρώισκηι, πάλιν ἐκπνέει, ὥσπερ ὅταν παῖς
κλεψύδρηι παίζουσα διειπετέος χαλκοῖο
εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ᾿ εὐειδεῖ χερὶ θεῖσα
εἰς ὕδατος βάπτηισι τέρεν δέμας ἀργυφέοιο,
οὐδεὶς ἄγγοσδ᾿ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει
ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά,
εἰσόκ᾿ ἀποστεγάσηι πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα
πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ.
ὣς δ᾿ αὔτως, ὅθ᾿ ὕδωρ μὲν ἔχηι κατὰ βένθεα χαλκοῦ
πορθμοῦ χωσθέντος βροτέωι χροῒ ἠδὲ πόροιο,
αἰθὴρ δ᾿ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει,
ἀμφὶ πύλας ἠθμοῖο δυσηχέος ἄκρα κρατύνων,
εἰσόκε χειρὶ μεθῆι, τότε δ᾿ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν,
πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ.
ὣς δ᾿ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων
ὁππότε μὲν παλίνορσον ἀπαί※ξειε μυχόνδε,
αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον,
εὖτε δ᾿ ἀναθρώισκηι, πάλιν ἐκπνέει ἶσον ὀπίσσω.
fr. 101
κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν,
<ζώονθ᾿> ὅσσ᾿ (?) ἀπέλειπε ποδῶν ἁπαλῆι περὶ ποίηι
fr. 102
ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν.
fr. 103
τῆιδε μὲν οὖν ἰότητι Τύχης πεφρόνηκεν ἅπαντα.
fr. 104
καὶ καθ᾿ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα .
fr. 105
αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος,
τῆι τε νόημα μάλιστα κικλήσκεται ἀνθρώποισιν·
αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα.
fr. 106
πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν.
fr. 107
ἐκ τούτων <γὰρ> πάντα πεπήγασιν ἁρμοσθέντα
καὶ τούτοις φρονέουσι καὶ ἥδοντ᾿ ἠδ᾿ ἀνιῶνται.
fr. 108
ὅσσον <γ᾿> ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεί
καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται ...
fr. 109
γαίηι μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾿ ὕδωρ,
αἰθέρι δ᾿ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
στοργὴν δὲ στοργῆι, νεῖκος δέ τε νείκεϊ λυγρῶι.
fr. 109a
ἀπορροὰς
ὄμμασιν ὥσ>περ ἐούσας <εἰκόνας ἐναρμόζεσθαι>.
fr. 110
εἰ γάρ κέν σφ᾿ ἀδινῆισιν ὑπὸ πραπίδεσσιν ἐρείσας
εὐμενέως καθαρῆισιν ἐποπτεύσηις μελέτηισιν,
ταῦτά τέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται,
ἄλλα τε πόλλ᾿ ἀπὸ τῶνδ᾿ ἐκτήσεαι· αὐτὰ γὰρ αὔξει
ταῦτ᾿ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν ἑκάστωι.
εἰ δὲ σύ γ᾿ ἀλλοίων ἐπορέξεαι, οἷα κατ᾿ ἄνδρας
μυρία δειλὰ πέλονται ἅ τ᾿ ἀμβλύνουσι μερίμνας,
ἦ σ᾿ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο
σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·
πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.
fr. 111
φάρμακα δ᾿ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ
πεύσηι, ἐπεὶ μούνωι σοὶ ἐγὼ κρανέω τάδε πάντα.
παύσεις δ᾿ ἀκαμάτων ἀνέμων μένος οἵ τ᾿ ἐπὶ γαῖαν
ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας·
καὶ πάλιν, ἢν ἐθέληισθα, παλίντιτα πνεύματ(α) ἐπάξεις·
θήσεις δ᾿ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμόν
ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου
ῥεύματα δενδρεόθρεπτα, τά τ᾿ αἰθέρι ναιήσονται(?),
ἄξεις δ᾿ ἐξ Ἀίδαο καταφθιμένου μένος ἀνδρός.
fr. 112
ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος
ναίετ᾿ ἀν᾿ ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων,
ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι,
χαίρετ᾿· ἐγὼ δ᾿ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα,
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις.
τοῖσιν ἅμ᾿ ἂν ἵκωμαι ἄστεα τηλεθάοντα,
ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δ᾿ ἅμ᾿ ἕπονται
μυρίοι ἐξερέοντες, ὅπηι πρὸς κέρδος ἀταρπός,
οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ᾿ ἐπὶ νούσων
παντοίων ἐπύθοντο κλυεῖν εὐηκέα βάξιν,
δηρὸν δὴ χαλεπῆισι πεπαρμένοι <ἀμφ᾿ ὀδύνηισιν>.
fr. 113
ἀλλὰ τί τοῖσδ᾿ ἐπίκειμ᾿ ὡσεὶ μέγα χρῆμά τι πράσσων,
εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;
fr. 114
ὦ φίλοι, οἶδα μὲν οὕνεκ᾿ ἀληθείη πάρα μύθοις,
οὓς ἐγὼ ἐξερέω· μάλα δ᾿ ἀργαλέη γε τέτυκται
ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή.
fr. 115
ἔστιν Ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις·
εὖτέ τις ἀμπλακίηισι φόνωι φίλα γυῖα μιήνηι,
<νείκεΐ θ᾿> ὅς κ(ε) ἐπίορκον ἁμαρτήσας ἐπομόσσηι,
δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο,
τρίς μιν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι,
φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ᾿ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ᾿ ἐς αὐγὰς
ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.
τῶν καὶ ἐγὼ νῦν εἰμι, φυγὰς θεόθεν καὶ ἀλήτης,
νείκεϊ μαινομένωι πίσυνος.
fr. 116
στυγέει δύστλητον Ἀνάγκην.
fr. 117
ἤδη γάρ ποτ᾿ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
θάμνος τ᾿ οἰωνός τε καὶ ἔξαλος ἔλλοπος ἰχθύς.
fr. 118
κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον.
fr. 119
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου .
fr. 120
ἠλύθομεν τόδ᾿ ὑπ᾿ ἄντρον ὑπόστεγον .
fr. 121
.......... ἀτερπέα χῶρον,
ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν
αὐχμηραί τε Νόσοι καὶ Σήψιες ἔργα τε ῥευστά
῎Ατης ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν.
fr. 122
ἔνθ᾿ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
Δῆρίς θ᾿ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστώ τ᾿ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε,
Νημερτής τ᾿ ἐρόεσσα μελάγκουρός τ᾿ Ἀσάφεια.
fr. 123
Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις,
Κινώ τ᾿ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστώ
καὶ Φορύη, Σωπή τε καὶ Ὀμφαίη ...
fr. 124
ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον,
τοίων ἔκ τ᾿ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.
fr. 125
ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε᾿ ἀμείβων,
<ἐκ δὲ νεκρῶν ζώοντα>.
fr. 126
σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι.
fr. 127
ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι
γίγνονται, δάφναι δ᾿ ἐνὶ δένδρεσιν ἠυκόμοισιν.
fr. 128
οὐδέ τις ἦν κείνοισιν ῎Αρης θεὸς οὐδὲ Κυδοιμός
οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,
ἀλλὰ Κύπρις βασίλεια.
τὴν οἵ γ᾿ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
γραπτοῖς τε ζώιοισι μύροισί τε δαιδαλεόδμοις
σμύρνης τ᾿ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,
ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας·
ταύρων δ᾿ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός,
ἀλλὰ μύσος τοῦτ᾿ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
θυμὸν ἀπορραίσαντας ἐ<ν>έδμεναι ἠέα γυῖα.
fr. 129
ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς,
ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον,
παντοίων τε μάλιστα σοφῶν <τ᾿> ἐπιήρανος ἔργων·
ὁππότε γὰρ πάσηισιν ὀρέξαιτο πραπίδεσσιν,
ῥεῖ᾿ ὅ γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον
καί τε δέκ᾿ ἀνθρώπων καί τ᾿ εἴκοσιν αἰώνεσσιν.
fr. 130
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ,
θῆρές τ᾿ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει.
fr. 131
εἰ γὰρ ἐφημερίων ἕνεκέν τινος, ἄμβροτε Μοῦσα,
ἡμετέρας μελέτας <ἅδε τοι> διὰ φροντίδος ἐλθεῖν,
εὐχομένωι νῦν αὖτε παρίστασο, Καλλιόπεια,
ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.
fr. 132
ὄλβιος, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον,
δειλὸς δ᾿, ὧι σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.
fr. 133
οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτόν
ἡμετέροις ἢ χερσὶ λαβεῖν, ἧιπέρ τε μεγίστη
πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.
fr. 134
οὐδὲ γὰρ ἀνδρομέηι κεφαλῆι κατὰ γυῖα κέκασται,
οὐ μὲν ἀπαὶ νώτοιο δύο κλάδοι ἀίσσονται,
οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα λαχνήεντα,
ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον,
φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῆισιν.
fr. 135
ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ᾿ εὐρυμέδοντος
αἰθέρος ἠνεκέως τέταται διά τ᾿ ἀπλέτου αὐγῆς .
fr. 136
οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε
ἀλλήλους δάπτοντες ἀκηδείηισι νόοιο;
fr. 137
μορφὴν δ᾿ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας
σφάζει ἐπευχόμενος μέγα νήπιος· οἱ δ᾿ ἀπορεῦνται
λισσόμενον θύοντες· ὁ δ᾿ αὖ νήκουστος ὁμοκλέων
σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα.
ὡς δ᾿ αὔτως πατέρ᾿ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες
θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.
fr. 138
χαλκῶι ἀπὸ ψυχὴν ἀρύσας
fr. 139
οἴμοι ὅτι οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ,
πρὶν σχέτλι᾿ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.
fr. 140
δάφνης φύλλων ἄπο πάμπαν ἔχεσθαι.
fr. 141
δειλοί, πάνδειλοι, κυάμων ἄπο χεῖρας ἔχεσθαι.
fr. 142
τὸν δ᾿ οὔτ᾿ ἄρ τε Διὸς τέγεοι δόμοι αἰγ<ιόχοιο>
οὔ>τε ποτ᾿ Ἀΐδεω δέ<χετ᾿ ἠδ᾿ οἰ>κτ<ρ>ῆς τέγος <αὐ>δ<ῆς.
fr. 143
κρηνάων ἄπο πέντε ταμόντ᾿ <ἐν> ἀτειρέι χαλκῶι ...
fr. 144
νηστεῦσαι κακότητος.
fr. 145
τοιγάρτοι χαλεπῆισιν ἀλύοντες κακότησιν
οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν.
fr. 146
εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροί
καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται,
ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῆισι φέριστοι.
fr. 147
ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι
ἐόντες, ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς.
fr. 148,149,150
ἀμφιβρότην χθόνα. ἀέρα ..
νεφεληγερέτην.
πολυαίματον ἧπαρ
fr. 151
ζείδωρος ... Ἀφροδίτη.
fr. 152
γῆρας ἡμέρας
fr. 153
βαυβώ.
fr. 153a
ἐν ἑπτὰ ἑβδομάσιν
fr. 154
καὶ δύσιν ἔκρινεν, περὶ δ(ὲ) ἤγαγεν αὖθις ὀπίσσω
καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν
῞Ωραις, γῆ δ᾿ ὕβριστο
fr. 154a
ὠδῖνάς <τ᾿> ὀδύνας <τε> κυκέων ἀπάτας τε γόους τε.
fr. 154c
αὐτίκα καὶ φυτὰ δῆλα, τὰ μέλλει κάρπιμ᾿ ἔσεσθαι.
fr. 155
Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεω τε
fr. 156
Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱόν
φῶτ᾿ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα,
ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισιν
φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων.
fr. 157
ἄκρον ἰατρὸν ῎Ακρων᾿ Ἀκραγαντῖνον πατρὸς ῎Ακρου
κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.
fr. 158
αἰῶνος ἀμερθείς.
fr. 159
σωρευόμενον μέγεθος