Plutarch, Lives, Pericles, 2.2: οὐ γὰρ ἀναγκαῖον, εἰ τέρπει τὸ ἔργον ὡς χάριεν, ἄξιον σπουδῆς εἶναι τὸν εἰργασμένον.
(For it does not of necessity follow that, if the work delights you with its grace, the one who made it is worthy of your esteem).
Odyssey 9.273 νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας, ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· οὐ γὰρ Κύκλωπὲς Διὸς αἰγιόχου ἀλέγουσιν οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην οὔτε σεῦ οὔθ' ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
Odyssey 9.457 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κ' ἐμὸν κῆρ λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
Odyssey 18.345 ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥ' οὐκ ἀτέλεστα γένοντο.
(Yet other things was the heart within him pondering--things that were not to be unfulfilled.)
Odyssey 20.350 ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
αἵματι δ' ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι:
εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον: ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς.
Menander ΥΠΟΒΟΛΙΜΑΙΟΣ Τοῦτον εὐτυχέστατον λέγω, ὅστις θεωρήσας ἀλύπως, Παρμένων, τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ, τόν ἥλιον τόν κοινόν, ἄστρ', ὕδωρ, νέφη, πῦρ. Ταὐτά, κἄν ἑκατὸν ἔτη βιῷς, ἀεὶ ὄψει παρόντα, κἄν ἐνιαυτοὺς σφοδρ' ὀλίγους. Σεμνότερα τούτων ἕτερα δ' οὐκ ὄψει ποτέ. Πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον, ὅν φημι, τοῦτον, ἤ 'πιδημίαν ἐν ᾧ ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί. Ἄν πρῷος ἀπίης καταλύσεις, βελτίονα ἐφόδι' ἔχων ἀπῆλθες, ἐχθρὸς οὐδενὶ.
Thucydides 7.87.2 ... ἄλλα τε ὅσα εἰκὸς ἐν τῷ τοιούτῳ χωρίῳ ἐμπεπτωκότας κακοπαθῆσαι, οὐδὲν ὅτι οὐκ ἐπεγένετο αὐτοῖς. (In short, no single suffering to be apprehended by men thrust into such a place was spared them.)
Herodotus 7.49 μάθε ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὥνθρωποι τῶν συμφορέων.
Archilochos 126 W . . . ἓν δ᾽ ἐπίσταμαι μέγα, τὸν κακῶς μ᾽ ἔρδοντα δέννοισ᾽ ἀνταμείβεσθαι κακοῖς.
Euripides (Ἑκάβη 864) φεῦ. οὐκ ἔστι θνητῶν ὅστις ἔστ᾽ ἐλεύθερος: ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
ἐπεὶ δὲ ταρβεῖς τῷ τ᾽ ὄχλῳ πλέον νέμεις, ἐγώ σε θήσω τοῦδ᾽ ἐλεύθερον φόβου.
Diogenes Laertius VI.63 [Διογένης] ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, καί εἰ μηδέν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρασκευάσθαι. ἐρωτηθεὶς πόθεν εἴη, κοσμοπολίτης, ἔφη.
Παλλαδᾶς Μετέωρος (᾽Αλεξανδρεύς, 4ος αι.) Εἰ τό φέρον σέ φέρει, φέρε καί φέρου˙
εἰ δ’ ἀγανακτεῖς, καί σαυτόν λυπεῖς καί τό φέρον σέ φέρει.