Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου 3 

Ο Κύριος  αποστομώνει και ελέγχει δημοσίως  την υποκρισία των Φαρισαίων λέγοντάς τους την περίφημη φράση «Ουαί υμίν, Γραμματείς και Φαρισαίοι υποκριταί...»

 

Τι ήταν οι  Γραμματείς και Φαρισαίοι ;;

Ηταν οι αιρετικοί των Ιουδαίων. 

  Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παραδόσεων τῶν παρ' αὐτοῖς πρεσβυτέρων τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ' ἑαυτοῖς ἐτύπωσαν σεβάσματα δικαιώματος τῆς νομοθεσίας. 

 Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι· οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι, παρ' οἷς καὶ νεκρῶν ἀνάστασις, ὃ καὶ παρὰ τοῖς γραμματεῦσι, καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις· πολιτεία δὲ διάφορος, καὶ μέχρι χρόνου ἐγκράτεια καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ξεστῶν καθαρισμὸς καὶ πινάκων καὶ ποτηρίων ὡς καὶ οἱ γραμματεῖς, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ σχήματα ἐθελοθρησκευτικὰ τῆς ἐνδυσίας διά τε τῆς ἀμπεχόνης καὶ τῶν δελματικῶν ἤτουν κολοβίων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην. τις ἑπτά Ἰουδαίων αἱρέσεις.

ΟΡΘΟΔΟΞΟΣ ΔΙΔΑΣΚΑΛΙΑ: Ἰουδαίων αἱρέσεις ἑπτά.

ΣΥΝΕΧΕΙΑ ΚΕΙΜΕΝΟΥ ΕΔΩ