Κοινή - Adult/Teen (beginners) <> TBD -FREE CLASS - contact instructor
Κοινή - Adult/Teen (continuing) <> TBD
The Entire Treasure of all texts published in the Greek Language, including all Patristic and religious texts until the 20th Century can be found at TLG, Thesaurus Linguae Graecae, hosted by the University of California and funded by the Packard Foundation thanks to the love and philanthropy of David Packard and the labor of love of Dr. Maria Pantelia, former instructor of Koine at the Holy Cross College.
Subscribe today. It is free.
https://stephanus.tlg.uci.edu/index.php
Homework instructions: Print the Powerpoint presentations that contain the vocabulary and grammar analysis. Print the text of the Creed or prayer to be studied. Look through the text and circle the words that you recognize. Open the audio file. Read the whole text while listening to the audio file. Restart the audio file looking at the grammar analysis powerpoint page by page, and stopping the audio file to comprehend each part. Once done, look at the vocabulary powerpoint. Make flashcards. Memorize words and phrases.
Τὸ Σύμβολο τῆς Πίστεως
1. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
2. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸνἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
3. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
4. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
5. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
6. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
7. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
8. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
9. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
10. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
11. Προσδοκῶ ἀνάστασιν νεκρῶν.
12. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
Πηγές: Ιερά Μητρόπολη Μονεμβασιάς και Σπάρτης
Ιερά Μητρόπολη Θεσσαλονίκης
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
ὁ Ἱερεὺς Δι’ εῦχών τῶν Αγίων Πατέρων ἡμῶν, Κύριε Ἰησού Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμάς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀναγνώστης: Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, ἐλέησον (ἐκ ιβ´). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ.
Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἶμά σου.
Δέομαι οὖν σου· Ἐλέησόν με, καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κα‐ τάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο, σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔ‐ στι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων. Καθάρισον, Κύ‐ ριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά ‐ μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁ‐ γιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας.
Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου. Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παρά‐ λαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Ἀ‐ μήν.
Ἰδού, βαδίζω πρὸς θείαν Κοινωνίαν·
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων·
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει·
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.