Paradoxographus Vaticanus

Text and apparatus from A. Giannini Paradoxographorum Graecorum Reliquiae

1

1[1] Ἁγησίας ὁ Μεγαρεὺς τὰς γεράνους φησίν, ὅταν ἐκ τῆς Θρᾴκης ἀπαίρειν μέλλωσιν, ὑπὸ μιᾶς περιρραίνεσθαι κύκλῳ πάσας· εἶθ´ ὅταν βοήσῃ ἐκείνη, τὰς μὲν ἐξαίρειν καθαπερεὶ κελευστοῦ παραγγείλαντος, τὴν δ´ ἁγνίσασαν καταμένειν αὐτοῦ. [2] ὅταν δὲ τὸ πέλαγος διαπεραιῶνται, δύο μὲν ἐκτείνειν τὰς πτέρυγας, τὴν δὲ γινομένην ὑπόκοπον ἐπὶ τούτων ἐφίζουσαν ἀναπαύεσθαι.

2 Δαλίων φησίν, ἐν τῇ πρώτῃ τῶν Αἰθιοπικῶν, ἐν τῇ Αἰθιοπίᾳ θηρίον γίνεσθαι κροκότταν καλούμενον· τοῦτο ἐρχόμενον πρὸς τὰς ἐπαύλεις κατακούειν τῶν λαλουμένων, καὶ μάλιστα τὰ ὀνόματα τῶν παιδίων. νυκτὸς δὲ ἐρχόμενον λαλεῖ τὰ ὀνόματα καὶ ἐξερχόμενα τὰ παιδία καταβιβρώσκονται ὑπ' αὐτοῦ.

3 Πολίτης τὴν πηλαμύδα ἐν τῷ Πόντῳ ἐκ πηλοῦ γίνεσθαί φησι· διὸ καὶ ταύτης τυχεῖν τῆς προσηγορίας λέγει.

4[1] Ἀριστοτέλης φησὶν ἐν τοῖς περὶ ζῴων τὰ χερσαῖα πάντα ἀναπνεῖν, ὅσα πνεύμονας ἔχει, σφῆκαν δὲ καὶ μέλισσαν οὐκ ἀναπνεῖν. [2](5) ὅσα τε κύστιν ἔχει, πάντα καὶ κοιλίαν· οὐχ ὅσα δὲ κοιλίαν καὶ κύστιν.

5(6) Ἄναιμα πολλὰ τῶν ζῴων, καθόλου δὲ ὅσα πλείους πόδας ἔχουσι τῶν τεσσάρων.

ἁγνίσασαν Rohde: ἀγνήσασαν V

Δαλίων: Δείνων conj. Keller

Κροκότταν Keller: κρότταν V κοροκότταν Rohde

κατακούει malim

Post παιδίων lac. stat. Rohde Keller

ἐρχόμενον Rohde: -ος V: ἀνερχόμενον malim

λέγει fort. delendum

πνεύμονας: πνεύμονα Antig. Ar.

σφῆκαν recte cod.: σφῆκας Antig. σφῆκα edd.

καθόλου δὲ V: om. edd.

πλείους Keller (ex Ar.): πλείω V Antig.

6

6(7) Οἱ ἰχθύες οὐκ ἔχουσι στόμαχον· διό, ἐὰν διώκηται ὁ ἐλάττων ὑπὸ μείζονος, ἄγει τὴν κοιλίαν ὑπὸ τὸ στόμα.

7(8)[1] Οἱ ὄφεις πλευρὰς ἔχουσι τριάκοντα. [2] καὶ τὰ ὄμματα αὐτῶν, ἐάν τις ἐκκεντήσῃ, πάλιν γίνονται, καθὰ καὶ τὰ τῶν χελιδόνων.

8(9) Τοῦ λέοντος τὰ ὀστᾶ οὕτως εἰσὶ στερεά, ὥστε πολλάκις κοπτόμενα πῦρ ἐκλάμπειν.

9(10)[1] Πολύκλειτος χελώνας γίνεσθαί φησιν κἂν τῷ Γάγγῃ, ὧν τὸ χελώνιον μεδίμνας χωρεῖν πέντε. [2] ὁ Ἀγαθαρχίδης δὲ τοῖς χελωνίοις χρῆσθαι †πλήοις† ὡς ὀροφώμασι τῶν καλυβῶν.

10(11) Ὁ Σκάμανδρος ξανθὰς ποιεῖ τὰς τρίχας· ὅθεν καὶ Ξάνθος παρ´ Ὁμήρῳ προσηγορεύθη.

διό ἐὰν scripsi: δι' ὃν V διὸ καὶ ὅταν edd.

διώκηται Rohde: διάκηται V: δάκηται possis

ἐάν … ἐκκεντήσῃ V: εἰ … -σαι perperam edd.

κοπτόμενα πῦρ ἐκλάμπειν.

εἰσὶ ἐστὶ?

κοπτόμενα V: κοπτομένων perperam edd. (cf. Antig.)

Γάγγῃ Rohde: σάγγει V

μεδίμνας scripsi: μεδίμνα V: -ους edd.

πλήοις V (πλειοις perperam edd.): Πρασίους tempt. Rohde Ταπροβανίους Keller: ὡς πλίθοις ἐν ὀρ. fort.

11

11(12) Ἀντίγονος τὸ μὲν ἐν Ἱεραπόλει θερμὸν ὕδωρ πάντα ἀπολιθοῦν φησι, καὶ αὐτὸ δὲ πέσσεσθαι καὶ λίθον γίνεσθαι.

12(13) Θεόπομπος ἐν Λυγκήσταις φησίν τι εἶναι ὕδωρ ὀξύ, ὃ τοὺς πίνοντας μεθύσκει.

13(14)[1] Ἡρακλείδης [φησὶ] τὴν ἐν Σαυρομάταις λίμνην οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν φησί, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν. [2] ὃ δὴ καὶ περὶ τὴν ἄορνιν κατὰ τὴν Ἰταλίαν δοκεῖ γίνεσθαι.

14(15) Κατὰ μέρος τι τοῦ κατὰ Προῦσαν Ὀλύμπου ἱστοροῦσι τὴν Δάφνην καταπεπόσθαι διωκομένην ὑπὸ Ἀπόλλωνος ἐρῶντος· καὶ ἕως τοῦ νῦν πέταλα δάφνης ἐν τοῖς λίθοις ἀναμεμιγμένα εὑρίσκεσθαι.

15(16) Ἔν τινι τῶν κατὰ τὸν Ὄλυμπον δένδρα ἐστὶν ἰτέᾳ λεπτοφύλλῳ ἐοικότα, ἃ παρθένους γεγενῆσθαι ἱστοροῦσι· εἰς 〈δὲ〉 δένδρα ταύτας ἀμειφθῆναι τὸν Βορρᾶν φευγούσας ἐρῶντα. Καὶ νῦν ἔτι, εἴ τις θίγοι τῶν φυλλῶν, χολοῦσθαι τὸν ἄνεμον λέγουσι καὶ σφοδρὸν αὐτίκα πνεῖν καὶ μόλις διὰ τρίτης παύεσθαι.

μὲνδὲ V: [ἐν] … δὴ non recte edd.

αὐτὸ … λίθον V: αὐτὸς … λίθος male leg. edd.

Λυγκήσταις scripsi (cf. Antig.): Λυγγίσταις V

τι εἶναι scripsi (ex Antig.): ειναι V εἶναι edd.

φησὶ delevi: alterum edd.

ἄορνιν V: ἄορνον edd. ut alibi (cf. Antig.)

εὑρίσκεσθαι scripsi (coll. c. 15 sqq): -εται V ut videtur

τῶν (sc. μερῶν: cf. c. 14): perperam om. edd.

ἱστοροῦσι· εἰς 〈δὲ〉 Nauck: ἱστ. και Rohde

σφοδρὸν V: σφόδρα perperam edd.

16

16(17) Μέστος ποταμὸς ἐν Θρᾴκῃ τὰς μοιχευομένας ἐξελέγχει, τῶν ἀνδρῶν ποτιζόντων αὐτὰς ἀπὸ τοῦ ὕδατος τούτου καὶ λεγόντων· «εἰ μὲν οὐκ ἐμοιχεύθης, ἄρρεν τέκοις, εἰ δ´ οὖν, θῆλυ.»

17(18) Καὶ παρὰ Γερμανοῖς ὁ Ῥῆνος ἐλέγχει· ἐμβληθὲν γὰρ τὸ παιδίον εἰ μὲν μοιχευθείσης ἐστί, θνῄσκει, εἰ δ´ οὐ, ζῇ.

18(19) Πέρινθος ποταμὸς ἐν Θρᾴκῃ, ὅθεν καὶ Πέρινθος ἡ πόλις· ἐκ τούτου εἰ πίοι τις, τὰ σπλάγχνα ἐξογκοῦται. Ἡ δ´ αἰτία, ὅτι σταγόνες ἐκ τῆς κεφαλῆς Γοργόνος ἐν τούτῳ ἐρρύησαν βασταζομένης ὑπὸ Περσέως.

19(20) Ἐν Κελαιναῖς τῆς Φρυγίας ποταμός ἐστι Μαρσύας· οὗτος ἔν πως αὐλοῦ ἀκούσῃ, βομβεῖ μέγα, ἢν δὲ κιθάρας, μετὰ σιγῆς ῥεῖ, ἀποπνιγέντος ἐν αὐτῷ Μαρσύου τοῦ αὐλητοῦ.

20(21) Ταυρομένιος ποταμός ἐστιν ἐν Σικελίᾳ παρὰ τὴν ὁμώνυμον πόλιν· οὗτος βροντῆς ἀκούων φοβεῖται καὶ καταδύεται εἰς τὴν γῆν, ἢν δὲ παύσηται ἡ βροντή, πάλιν ἄνεισιν ἐκ τῆς γῆς καθάπερ πηγή.

Μέστος recte cd. (cf. Plin. IV 40 etc): Νέστος edd.

ἐξελέγχει V: ἐλέγχει perperam edd.

αὐτὰς V: om. edd.

τέκοις Rohde: τέκοι V

εἰ δ´ οὖν: εἰ δ´ οὐ Rohde

ἔν πως scripsi: ηπως (που?) V εἰ μὲν Rohde ἢν μὲν Keller

ἢν scripsi: εἰ (η?) V ἐὰν Keller

21

21(22) Ποταμὸς ψυχρὸς ὄνομα 〈Ἄκις〉 διὰ τῆς Σικελίας ῥεῖ· οὗτος τοῦ μὲν θέρους ἰλυῶδες ἔχει ὕδωρ, τοῦ δὲ χειμῶνος καλόν τε καὶ διαυγές.

22(23) Ἐν Λυγκήσταις κρήνη ἐστίν, ἀφ´ ἧς ἐάν τις πίῃ, μεθύσκεται.

23(24) Κατὰ τῆν Αἴγυπτον ἀνδριὰς ἵσταται Μέμνονος, ὃς ἀνατέλλοντος τοῦ ἡλίου ᾄδει οἱονεὶ προσαγορεύων αὐτόν.

24(25) Οἱ Κελτοί, ὅταν ἢ ἀφορία ἢ λοιμὸς γένηται, τὰς γυναῖκας αὐτῶν κολάζουσιν ὡς αἰτίας τῶν κακῶν.

25(26) Παρὰ τοῖς Ἴβηρσιν ἔθνος ἐστὶ ἐν ἑορτῇ τινι τὰς γυναῖκας τιμῶν δώροις, ὅσαι ἂν πλεῖστα καὶ κάλλιστα ἱμάτια ὑφήνασαι τότε ἐπιδείξωσιν.

ψυχρὸς — 〈Ἄκις〉 Keller: Ψύχρος Rohde sed Ἄκις facile excidere potuit in f.v.

ἰλυῶδες Nauck: ἡλιῶδες V

Λυγκήσταις: λυκισταῖς V (v. ad Antig.)

λοιμὸς Nauck: λιμὸς V

τὰς γυναῖκας αὐτῶν: τ. γ. τὰς ἑαυτῶν Rohde: τὰς ἀυτῶν γ. potius

ἔθνος ἐστὶ … τιμῶν V: ἔθος ἐστὶν … τιμᾶν perperam edd.

ὅσαι ἂν Rohde: ὅσ' ἐὰν V

ὑφήνασαι Rohde ex cod. ὑφ ῾‖ ‖ σα να: an ὑφάναι?

26

26(27) Παρὰ Κροβύζοις ἔθος ἐστὶ τὸ μὲν / γεννώμενον βρέφος θρηνεῖν, τὸν δὲ θανόντα εὐδαιμονίζειν.

27(28) Παρὰ Νασαμῶσι τοῖς ἐν Λιβύῃ νόμος ἐστὶ τὴν γαμουμένην τῇ πρώτῃ ἡμέρᾳ συγγίνεσθαι πᾶσι τοῖς παροῦσι καὶ παρ´ αὐτῶν δῶρα λαμβάνειν καὶ μετὰ τοῦτο τῷ γήμαντι μόνῳ μίγνυσθαι.

28(29) Αἱ τῶν Σαυροματῶν γυναῖκες οὐ πρότερον γαμοῦνται, ἂν μὴ ἄνδρα κτάνωσι πολέμιον.

29(30) Πέρσαι τοῖς οἰκείοις κυσὶ βοράν, 〈οἵαν〉 τοῖς πλουσίοις καὶ ἐνδόξοις, τιθέασιν.

30(31) Φερεκύδης ὁ Σύριος ἀπό τινος ἐν Σύρῳ τῇ νήσῳ πηγῆς ὕδωρ πιὼν μαντικώτατος γέγονε καί τινας προεμήνυσε σεισμοὺς καὶ ἄλλα.

Κροβύζοις edd.: Ἀκροβύζοις V: an Καυσιανοῖς vel potius παρὰ 〈Καυσιανοῖς〉 καὶ Κροβύζοις?

τοῦτο τῷ recte cod: τούτων perperam edd.

κτάνωσι scripsi (c0d. 48, 162): κτείνωσι edd. (cod.?)

οἵαν supplevi: οὐδὲν ἥττον ἢ vel sim Rohdeplura put. excidisse Nauck Keller

πλουσίοις Nauck: πλησίοις V

ὁ Σύριος Ἀσσύριος V

Σύρῳ: Σκύρῳ Rohde (ex Apoll.)

31

31(32) Τειρεσίας 〈ὁ〉 Εὐήρους δύο δράκοντας μιγνυμένους θεασάμενος κτείνει αὐτοὺς καὶ παραυτίκα γυνὴ ´κγίνεται, μετ´ οὐ πολὺ δὲ ἀνήρ, καὶ δικαστὴς ἡδονῆς γυναικὸς καὶ ἀνδρὸς τῆς ἐν τῆ μίξει παραλαμβάνεται πρὸς Διὸς καὶ Ἥρας· καὶ πλείονα λέγει τὴν τῆς γυναικός.

32(33) Παρ´ Ὁμήρῳ Πρωτεὺς εἰς πάντα μετεμορφοῦτο, καθὰ Θέτις παρὰ Πινδάρῳ καὶ Νηρεὺς παρὰ Στησιχόρῳ καὶ Μήστρα 〈παρ´ Ἡσιόδῳ〉.

33(34) Ἀρίστων ὁ περιπατητικὸς ἐν τῇ νήσῳ Κιᾳ πηγήν φησιν ὕδατος εἶναι, ἀφ´ ἧς τοὺς πιόντας ἀναισθήτους γίνεσθαι.

34(35) Περὶ τὴν Ἰνδικὴν ἔστι λίμνη, ἥτις πάντα †δέχεται† πλὴν χρυσοῦ καὶ ἀργύρου.

35(36) Ἑλλάνικος ἐν Ἰνδοῖς εἶναί φησι κρήνην Σίλαν καλουμένην, ἐφ´ ἧς καὶ τὰ ἐλαφρότατα καταποντίζεται.

〈ὁ〉 Rohde

Εὐήρους Rohde (ex Phleg) -ου V edd. recc.

παραυτίκα: αυτίκα perperam edd.

γυνὴ ´κγίνεται V ut videtur: γυνὴ γίνεται edd.

καθὰ Θέτις Rohde: καθά τις V: καὶ Θέτις possis

Μήστρα 〈παρ´ Ἡσιόδῳ〉 Wilamowitz (Herm. XXXIII 522): Μίστρα V in f.v.

νήσῳ Κιᾳ conjeci: Κιλικίᾳ V Κέῳ Wehrli Κείᾳ Keller: Κιλικίᾳ fort. et dittographia

πιόντας Rohde: ἐπιόντας V

τὴν V: om. edd.

δέχεται: immo ἐκβάλλεται (cf. ad Antig.): οὐ δ. fort.

Σίλαν scripsi (ex Antig. etc): Σίλλην V

36

36(37) Ἐν Ἱεραπόλει τόπος ἐστὶ Χαρώνιος λεγόμενος, ἐν ᾧ οὐδὲν ζῷον δῆτα βαίνει· πίπτει γὰρ παραυτίκα.

37(38) Σέλεμνος ποταμὸς ῥέει διὰ τῆς Ἀρκαδίας, καὶ ἔστι τὸ ὕδωρ αὐτοῦ ἔρωτος φάρμακον.

38(39) Θεόπομπος κρήνην ἐν Θρᾴκῃ λέγει εἶναι, ἐξ ἧς οἱ λουσάμενοι μεταλλάττουσι τὸν βίον.

39(40) Ἀκύλιος ὁ Ῥωμαῖος ἱστορικός φησι τὴν Σικελίαν πρὸ τοῦ κατακλυσμοῦ μὴ νῆσον εἶναι ὡς σήμερον, ἀλλ´ ἤπειρον γενέσθαι συνημμένην τῇ ὕστερον Ἰταλίᾳ· ἐκ δὲ τῆς ἐπικλύσεως τῶν ῥευμάτων τῶν ῥιζῶν ἀποσπασθεῖσαν τοῦ Ἀπεννίνου, κατὰ τὸ Σκύλλαιον ῥαγείσης / τῆς ἠπείρου, νῆσον ἀποκαταστῆναι καὶ διὰ τοῦτο Ῥήγιον ἀποκληθῆναι τὸ πλευρὸν τῆς Ἰταλίας ἐκεῖνο.

40(41) Πέρσαι τοὺς προσφέροντας τῷ πυρὶ βλάβος ἢ ποταμῷ ἐνουροῦντας ἢ ἐναπονιζομένους θανάτῳ ζημιοῦσιν.

Plane δῆτα / βαίνει V: παραβαίνει edd. (saltem διαβαίνει)

Σέλεμνος scripsi (ex Paus.): Σελέμνιος vulg.

λουσάμενοι: γευσάμενοι Antig. MA

ἀποκληθῆναι scripsi: ἀποκαταστῆναι (ex super.) V κληθῆναι edd.

ἐκεῖνο: ἐκείνον (-ου?)

41

41(42) Γέτας φασὶ ταῖς τοῦ Διὸς βρονταῖς ἐπιτυμπανίζειν καὶ τοξεύοντας εἰς τὸν ἀέρα ἀπειλεῖν τῷ θεῷ.

42(43) Ἐν Παδαίοις, Ἰνδικῷ ἔθνει, ὁ συνετώτατος τῶν παρόντων κατάρχεται τῶν ἱερῶν· αἰτεῖται δὲ παρὰ τῶν θεῶν οὐδὲν ἄλλο πλὴν δικαιοσύνης.

43(44) Ἀλέξανδρος ὁ Φιλίππου τὴν τῶν Μακεδόνων ἀρχὴν 〈ἦρξεν〉 τεσσαρεσκαιδέκατος. ἐνίκησε δὲ Πέρσας ἐπὶ Γρανικῷ κδ´· διὸ καὶ τὴν ἡμέραν σφόδρα ἐτίμα καὶ θεοῖς ἔθυεν, ὅτι ἐν ταύτῃ τῇ τετάρτῃ δηλονότι τὰ μέγιστα κατεπράχθη. καὶ εἴ ποτέ τι δρᾶν ἐβούλετο, περιέμενε τὴν τετράδα.

44(45)[1] Παρὰ Γαλάταις ἐάν, 〈ὅς〉τις τὰ μέγιστα ἀδικήσας κατέφυγεν, ἐπι〈δῷ〉 ἵππον ἢ σάλπιγγα, ἀπελύετο. [2](46) οὗτοι περὶ πολέμου βουλευόμενοι ταῖς γυναιξὶν ἀνακοινοῦνται, καὶ ὅ τι ἂν γνῶσιν αἱ γυναῖκες, τοῦτο κρατεῖ· ἐὰν δὲ ἡττηθῶσι πολεμοῦντες, τῶν γυναικῶν, αἳ συνεβουλεύσαντο πόλεμον ἄρασθαι, τὰς κεφαλὰς ἀποτεμόντες ἔξω ῥίπτουσι τῆς γῆς.

45(47) Λιβύρνιοι κοινὰς τὰς γυναῖκας ἔχουσι καὶ τὰ τέκνα ἐν κοινῷ τρέφουσι μέχρι ἐτῶν πέντε· εἶτα τῷ ἔκτῳ συνενέγκαντες ἅπαντα τὰ παιδία τὰς ὁμοιότητας πρὸς τοὺς ἄνδρας εἰκάζουσι, καὶ ἑκάστῳ τὸν ὅμοιον ἀποδιδόασι, καὶ λοιπὸν ἐκεῖνος ὡς υἱὸν ἔχει.

ἐπιτυμπανίζειν scripsi: ἀποτυμπανίζειν V ἀντι- edd.

Παδαίοις recte Rohde (cf. Nicol.): Πεδανοῖς V Πανδαίοις Keller

δὲ: δ' ἀεὶ Nicol. fort. rectius

〈ἦρξεν〉 supplevi: παρέλαβε post Φιλίππου Keller

〈ὅς〉τις … ἐπι〈δῷ〉 temptavi: τις τ.μ.α. καταφύγῃ εἰς ἱερὸν ἢ σπήλυγγα ἀπολύεται conj. Keller

ἀνακοινοῦνται: ἀνακι- V

συνεβουλεύσαντο: συνεβούλευσαν (τὸ) Nauck: τὸν malim

συνενέγκαντες V et Nicol.: -όντες edd.

εἰκάζουσι Rohde (ex Nicol.): ἰσάζουσι V Keller

ἐκεῖνος: an ἐκεῖνον?

46

46(48)[1] Δαρδανεῖς, Ἰλλυρικὸν ἔθνος, τρὶς ἐν τῷ βίῳ λούονται, ὅταν γεννῶνται καὶ ὅταν γαμῶσι καὶ ὅταν τελευτῶσιν. [2] ὅταν δὲ ἐπικηρυκεύωνται τοῖς πολεμίοις, ἄρνα κομίζουσι καὶ κλάδον δένδρου· καὶ ἐὰν μὲν δέχωνται οἱ πολέμιοι τὰς σπονδάς, καταλείπουσιν ἃ ἐκόμισαν, εἰ δὲ μή, πάλιν αὐτὰ ἀποφέρουσιν.

47(49) Σκυθῶν οἱ ἀνδρο - / - φάγοι λεγόμενοι ἐκ μὲν κρανίων πίνουσιν ἀνθρωπίνων, τὸ δὲ δέρμα τῆς κεφαλῆς τῶν πολεμίων ἐργαζόμενοι ποιοῦσι χειρόμακτρον, τὸ δὲ λοιπὸν σῶμα ἐκδείραντες σὺν τοῖς ὄνυξιν ἐπιβάλλουσιν ἐπὶ τοὺς ἵππους.

48(50)[1] Σαυρομάται διὰ τριῶν ἡμερῶν σιτοῦνται εἰς πλήρωσιν. [2] ταῖς γυναιξὶ δὲ πάντα πείθονται, καὶ αὐτοὶ δὲ φοροῦσι γυναικεῖαν ἐσθῆτα. [3] ἐὰν δέ τις τῶν πολεμίων καταφύγῃ πρὸς τῷ ἐπὶ τῆς ἑστίας πυρὶ καὶ τοῖς ἄνθραξι τὸ πρόσωπον μολύνῃ, οὐκέτι αὐτόν, ὡς οἰκέτην, ἀδικοῦσιν. [4] παρθένον δὲ οὐ πρότερον συνοικίζουσιν εἰς ἄνδρα, πρὶν ἂν πολέμιον κτάνῃ.

49(51) Παρὰ Φρυξίν, ἐάν τις γεωργὸν βοῦν ἀποκτείνῃ ἢ σκεῦος τῶν περὶ τὴν γεωργίαν κλέψῃ, θανάτῳ ζημιοῦται.

50(52)[1] Λύκιοι τὰς γυναῖκας μᾶλλον ἢ τοὺς ἄνδρας τιμῶσι καὶ καλοῦνται μητρόθεν, οὐ πατρόθεν· τὰς δὲ κληρονομίας ταῖς θυγατράσιν ἀπολείπουσιν, οὐ τοῖς υἱοῖς. [2] ὃς δ´ ἂν ἐλεύθερος ἁλῷ κλέπτων, δοῦλος γίνεται. [3] τὰς δὲ μαρτυρίας ἐν ταῖς δίκαις οὐκ εὐθὺς παρέχονται, ἀλλὰ μετὰ μῆνα.

μὲν V: om. edd.

ὄνυξιν Rohde: ὄνειξιν V σὺν ταῖς θριξὶν ante ἐργαζόμενοι conj. Keller (ex Plin.: sed ex fonte ampliore)

σιτοῦνται: σιτοῦντες V

51

51(53) Ἀσσύριοι τὰς παρθένους ἐν ἀγορᾷ πωλοῦσι τοῖς θέλουσι συνοικεῖν, πρῶτον μὲν τὰς εὐγενεστάτας καὶ καλλίστας, εἶτα τὰς λοιπὰς ἐφεξῆς· ὅταν δὲ ἔλθωσι ἐπὶ τὰς φαυλοτάτας, κηρύττουσι πόσον τις θέλει προσλαβὼν ταύταις συνοικεῖν, καὶ τὸ συναχθὲν ἐκ τῆς τῶν εὐπρεπῶν τιμῆς ταύταις προστίθενται [ταῖς παρθένοις].

52(54)[1] Πέρσαι, ὃ μὴ ποιεῖν ἔξεστιν, οὐδὲ λέγουσιν. [2](55) παρὰ Πέρσαις, ὃς ἂν ἡδονὴν καινὴν ἐπινοήσῃ, δῶρα λαμβάνει. [3](56) [Παρὰ Πέρσαις] ὃς ἂν καταγνωσθῇ παρὰ βασιλέως, πενθεῖ διὰ βίον καὶ ποτηρίῳ πίνει πετρίνῳ. [4] ὅταν δὲ ὁ βασιλεὺς ἀποθάνῃ, ἀφίενται τῶν ἐγκλημάτων πάντες καὶ ἁρ - / - πάζουσιν ἂ θέλουσι καὶ παρανομοῦσιν ἐπὶ τρεῖς ἡμέρας, ἕως ἂν ἐπὶ τὰς βασιλείους θύρας ἐλθόντες αἰτήσωνται βασιλέα, ὅστις αὐτοὺς ἀπαλλάξει τῆς ἀνομίας. [5](57) [Παρὰ Πέρσαις] ἐάν τινα προστάξῃ βασιλεὺς μαστιγῶσαι, εὐχαριστεῖ ὡς ἀγαθοῦ τυχών.

53(58) Παρὰ τοῖς Ἰνδοῖς ὁ τεχνίτου πηρώσας χεῖρα ἢ ὀφθαλμὸν θανάτῳ ζημιοῦται.

54(59) Παρ´ Αἰγυπτίοις μαρτυρεῖν ἀγραμμάτῳ οὐκ ἔξεστιν.

55(60) Ἀτάραντες Λίβυες τῶν θυγατέρων ἀρίστας κρίνουσι τὰς πλεῖστον χρόνον μεμενηκυίας παρθένους.

πόσον Rohde: ποῖον V

Πέρσαι Rohdde: -αις vulg.

Παρὰ Πέρσαις delevi sicut infra ut ex mg. illata

παρὰ V: ὑπὸ perperam edd.

βασιλέως: an βασιλεῖ?

ἀφίενται: ἀφῆνται V

ἀπαλλάξει: -ξη Rohde

Ante βασιλεὺς leg. ὁ edd.

πηρώσας Rohde: πορώσας V

χεῖρα ἢ ὀφθαλμὸν Rohde: χείρᾳ ὀφθαλμῶ V

Ἀτάραντες Rohde (ex Nicol.): ἀφαράτες V Ἀφάραντες Keller

56

56(61) Παρὰ Καρχηδονίοις οὐκ ἔξεστι τοῖς ἀστρατεύτοις φορεῖν ἐνώτιον χρυσοῦν· ὅσας δ´ ἂν στρατεύσωνται στρατείας, τοσαῦτα ἀεὶ φοροῦσιν ἐνώτια.

57(62)[1] Λακεδαιμόνιοι τοὺς γέροντας αἰσχύνονται οὐδὲν ἧττον ἢ πατέρας. [2] γυμνάσια δ´ ὥσπερ ἀνδρῶν ἐστιν, οὕτω καὶ παρθένων. [3] ξένοις δ´ ἐμβιοῦν οὐκ ἔξεστιν ἐν Σπάρτῃ οὔτε Σπαρτιάταις ξενιτεύειν. [4] οὗτοι ταῖς γυναιξὶν παρακελεύονται ἐκ τῶν εὐειδεστάτων κύειν καὶ ἀστῶν καὶ ξένων.

58(63)[1] Κρῆτες πρῶτοι Ἑλλήνων νόμους ἔσχον Μίνωος θεμένου· προσεποιεῖτο δὲ Μίνως παρὰ τοῦ Διὸς αὐτοὺς μεμαθηκέναι ἐννέα ἔτη εἴς τι ὄρος φοιτήσας, ὃ Διὸς ἄντρον ἐλέγετο. [2](64) Οἱ Κρητῶν παῖδες ἀγελάζονται κοινῇ μετ´ ἀλλήλων σκληραγωγούμενοι καὶ τὰ πολέμια διδασκόμενοι καὶ θήρας δρόμους τε ἀνάντεις ἀνυπόδετοι ἀνύοντες καὶ τὴν ἐνόπλιον πυρρίχην ἐκπονοῦντες, ἥντινα πρῶτος εὗρε Πύρριχος.

59(65) Λίγυες τοὺς γονεῖς, ὅταν μηκέτι ὦσι διὰ γῆρας χρήσιμοι, κατακρημνίζουσιν.

60(65) 〈Ταῦροι, Σκυθικὸν ἔθνος, τοῖς βασιλεῦσι τοὺς εὐνουστάτους τῶν φίλων συγκαταθάπτουσιν〉. ὁ δὲ βασιλεὺς ἀποθανόντος φίλου μικρόν τι τοῦ ὠτίου ἀποτέμνει, / ἀναγκαιοτέρου δὲ τελευτήσαντος πλεῖον ἀφαιρεῖ· ὅταν δὲ ὁ πάντων εὐνούστατος ἀποθάνῃ, 〈τὸ ὅλον〉.

ἀστρατεύτοις V: ἀστράτοις leg. edd.

οὔτε: οὐδὲ Nauck

Κρῆτες: κτῆτες V

φοιτήσας ὃ: φοιτῶν ὲν ᾧ Nicol.

κοινῇ V: om. edd.

θήρας V: θύρας leg. edd.

ἀνάντεις (ex Nicol.): ἀνάντοις V

ἀνύοντες: ἀνύοντες V Rohde

ἐκπονοῦντες V: ἐκπονοῦνται perperam edd.

Ταῦροι … συγκαταθάπτουσιν: supplevi coll. Nicol.

〈τὸ ὅλον〉 Keller: 〈ὅλον τὸ ὠτίον〉 Rohde

61

61(66) Σκυθῶν τινες τὸν τελευτήσαντα κρεονομήσαντες καὶ ἁλίσαντες ξηραίνουσιν ἐν ἡλίῳ· μετὰ ταῦτα δὲ ἐνείραντες ἁρπεδόνι τὰ κρέα ἐξάπτουσι τῷ ἑαυτῶν τραχήλῳ, καὶ μαχαίριον λαβόντες, ᾧ ἂν ἐντύχωσι τῶν φίλων, τεμόντες κρέα διδόασι. καὶ τοῦτο ποιοῦσι μέχρις ἂν πάντα δαπανήσωσιν.

62(67) Ἀθηναῖοι τοὺς τελευτήσαντας ἐπὶ τὸν τάφον ἄγοντες καὶ πᾶν ὄσπριον ἐπέφερον, σύμβολον τῆς παρ´ αὐτῶν εὑρέσεως τῶν καρπῶν τῶν ἁπάντων.

F2 = Antigonus F3

ἑαυτῶν Rohde: σαυθῶν V