Διάταξις της Θείας Λειτουργίας

ΔΙΑΤΑΞΙΣ 
ΤΗΣ ΘΕΙΑΣ ΚΑΙ ΙΕΡΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ 

Μέλλων ο ιερεύς την θείαν επιτελείν Μυσταγωγίαν, οφείλει προηγουμένως μεν κατηλλαγμένος ειναι μετα πάντων και μη έχειν τι κατά τινος· και καρδίαν δε, όση δύναμις, από πονηρών τηρήσαι λογισμών, εγκρατεύεσθαι τε μικρόν αφ' εσπέρας και εγρηγορηκώς διάγειν μέχρι του της Ιερουργίας καιρού. Του δε καιρού επιστάντος ο Ιερεύς και ο Διάκονος εξέρχονται του ιερού Βήματος και ποιήσαντες μετάνοιαν προ του αρχιερατικού θρόνου, έρχονται έμπροσθεν της Ωραίας Πύλης και προσκυνούσι τρις λέγοντες έκαστος καθ' εαυτόν: 

Η ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΤΩΝ ΚΛΗΡΙΚΩΝ [Ο ΚΑΙΡΟΣ] 

Ο Θεός ιλάσθητί μοι τω αμαρτωλώ και ελέησόν με.
Είτα λέγει ο Διάκονος: Ευλόγησον Δέσποτα.
ΙΕΡΕΥΣ : Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων. 
ΔΙΑΚΟΝΟΣ: Αμήν. 
ΙΕΡΕΥΣ : Δόξα Σοι ο Θεός ημών, δόξα Σοι. 
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος και σώσον, Αγαθέ, τας ψυχάς ημών. 
ΔΙΑΚΟΝΟΣ : Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. [3] 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου. 
Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον. 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομα σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημα σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. 
ΙΕΡΕΥΣ: Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων. 
ΔΙΑΚΟΝΟΣ: Αμήν. 
Είτα λέγουσι τα τροπάρια ταύτα μετά κατανύξεως. 
ΙΕΡΕΥΣ 
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελεήσον ημάς. 
ΔΙΑΚΟΝΟΣ Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. 
Κύριε, ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν, μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών, αλλ' επίβλεψον και νυν, ώς εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών, συ γαρ ει Θεός ημών, και ημείς λαός σου, πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα. 
ΙΕΡΕΥΣ : Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε, μη αστοχήσωμεν, ρυσθείημεν δια σου των περιστάσεων, συ γαρ ει η σωτρηρία του γένους των χριστιανών. 
ΔΙΑΚΟΝΟΣ : Κύριε ελέησον (12) 
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Και ποιούσι σταυρούς και μετανοίας τρεις. Ευθύς δε ασπαζόμενοι την εικόνα του Χριστού, λέγουσι: 
Την άχραντον εικόνα σου προσκυνούμεν αγαθέ, αιτούμενοι συγχώρησιν των πταισμάτων ημών, Χριστέ ο Θεός· βουλήσει γαρ ηυδόκησας σαρκί ανελθείν εν τω σταυρώ ίνα ρύση ους έπλασας εκ της δουλείας του εχθρού. Όθεν ευχαρίστως βοώμέν σοι· χαράς επλήρωσας τα πάντα, ο Σωτήρ ημών, παραγενόμενος εις το σώσαι τον κόσμον. 
Και την εικόνα της Θεοτόκου λέγοντες: 
Ευσπλαγχνίας υπάρχουσα πηγή συμπαθείας αξίωσον ημάς Θεοτόκε· βλέψον εις λαόν τον αμαρτήσαντα, δείξον ως αεί την δυναστείαν σου· εις σε γαρ ελπίζοντες το Χαίρε βοώμεν σοι, ως ποτε ο Γαβριήλ, ο των ασωμάτων αρχιστράτηγος. 
Την δε του Προδρόμου εικόνα λέγοντες: 
Μνήμη δικαίου μετ’ εγκωμίων, σοι δε αρκέσει η μαρτυρία του Κυρίου Πρόδρομε, ανεδείχθης γαρ όντως και προφητών σεβασμιώτερος, ότι και εν ρείθροις βαπτίσαι κατηξιώθης τον κηρυττόμενον. Όθεν της αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω και τοις εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τον αίροντα την αμαρτίαν του κόσμου, .και παρέχοντα ημίν το μέγα έλεος.
Είτα ασπαζόμενοι την εικόνα του αγίου του Ναού λέγουσι το απολυτίκιον αυτού. Μετά δε τον ασπασμόν των αγίων εικόνων έρχονται έμπροσθεν της Ωραίας Πύλης. Και λέγει ο Διάκονος: 
ΔΙΑΚΟΝΟΣ:
Του Κυρίου δεηθώμεν, Κύριε ελέησον. 
Και ο Ιερεύς υποκλινόμενος ασκεπής λέγει την ευχήν: 
ΙΕΡΕΥΣ
 Κύριε, εξαπόστειλον την χείρα σου εξ ύψους αγίου κατοικητηρίου σου και ενίσχυσόν με εις την προκειμένην διακονίαν σου· ινα ακατακρίτως παραστάς τω φοβερώ σου βήματι, την αναίμακτον ιερουργίαν επιτελέσω. Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα εις τους αιώνας των αιώνων. 
ΔΙΑΚΟΝΟΣ: Αμήν. 
Και ο Ιερεύς ποιεί μικράν απόλυσιν. 
ΙΕΡΕΥΣ:
Δόξα σοι ο Θεός ημών, δόξα σοι. 
ΔΙΑΚΟΝΟΣ: Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Κύριε, ελέησον.[3] Δέσποτα Άγιε ευλόγησον. 
ΙΕΡΕΥΣ [Ο Αναστάς εκ νεκρών] Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού μητρός, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, του εν αγίοις πατρός ημών Ιωάννου Αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου, [η Βασιλείου Αρχιεπισκόπου Καισαρίας, ουρανοφάντορος τού Μεγάλου], [του Ναού], [του αγίου της ημέρας] ου και την μνήμην επιτελούμεν, και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός. 
ΙΕΡΕΥΣ Δι’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς. 
ΔΙΑΚΟΝΟΣ: Αμήν.
Η ΕΝΔΥΜΑΣΙΑ 
Μετά την απόλυσιν, στραφέντες προς δυσμάς και υποκλίναντες αμφότεροι την κεφαλην προς τον λαόν, εισέρχονται εις το θυσιαστήριον λέγοντες έκαστος: 
Εισελεύσομαι εις τον οικόν σου, προσκυνήσω προς ναον τον άγιον σου εν φόβω σου. 
Και προσκυνήσαντες τρις προ της αγίας Τραπέζης, ασπάζονται το άγιον Ευαγγέλιον και την αγίαν Τράπεζαν. Ειτα λαμβάνει έκαστος τα ιερά αυτού άμφια και προσκυνεί τρις κατά ανατολάς λέγων το: 
Ο Θεός, ιλάσθητί μοι τω αμαρτωλώ και ελέησον με. 
Ειτα ο Διάκονος προσέρχεται τω Ιερεί κρατων το στιχάριον, το οράριον και τα επιμανίκια και λέγει: 
Ευλόγησον, Δέσποτα, το στιχάριον συν τω οραρίω.
Ο δε Ιερεύς σφραγίζων αυτά λέγει: 
Ευλογητός ο Θεός ημών πάντοτε νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Και ασπαζόμενος ο Διάκονος την δεξιάν του Ιερέως, υποχωρεί εις το διακονικόν και ενδύεται το στιχάριον λέγων: 
Αγαλλιάσεται η ψυχή μου επί τω Κυρίω· ενέδυσε γαρ με ιμάτιον σωτηρίου και χιτώνα ευφροσύνης περιέβαλέ με· ως νυμφίω περιέθηκέ μοι μίτραν και ως νύμφην κατεκόσμησέ με κόσμω, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Εν δε τω οραρίω· 
Ος εάν θέλη γενέσθαι μέγας εν ημίν, έσται υμών διάκονος. 
                                    ή 
Άγιος, άγιος, άγιος, Κύριος Σαβαώθ, Πλήρης, ο ουρανός και η γη της δόξης σου. 
Εν δε τοις επιμανικίοις· εις μεν το δεξιόν λέγει: 
Η δεξιά σου, Κύριε, δεδόξασται εν ισχύι· η δεξιά σου χείρ, Κύριε, έθραυσεν εχθρούς· και τω πλήθει της δόξης σου συνέτριψας τους υπεναντίους· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Εν δε τω αριστερώ λέγει: 
Αι χειρές σου εποίησαν με και έπλασαν με· συνέτισον με και μαθήσομαι τας εντολάς σου· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Ο δε Ιερεύς λαβων το στιχάριον, προσκυνήσας τρις κατα ανατολάς, ευλογών αυτο σταυροειδώς, λέγει: 
Ευλογητός ο Θεός ημών, πάντοτε· νυν και αει και εις τους αιώνας των αιώνων. Αμήν. 
Και ενδύεται αυτό λέγων: 
Του Κυρίου δεηθώμεν. Κύριε ελέησον. 
Αγαλλιάσεται η ψυχή μου επί τω Κυρίω· ενέδυσε γαρ με ιμάτιον σωτηρίου και χιτώνα ευφροσύνης περιέβαλέ με· ως νυμφίω περιέθηκέ μοι μίτραν και ως νύμφην κατεκόσμησέ με κόσμω, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Είτα σφραγίσας και περιτιθέμενος το επιτραχήλιον λέγει: 
Ευλογητός ο Θεός, ο εκχέων την χάριν αυτού επί τους Ιερείς αυτού· ως μύρον επί κεφαλής το καταβαίνον επί πώγωνα, τον πώγωνα του Ααρών, το καταβαίνον επί τον έαν του ενδύματος αυτού· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Είτα λαβών την ζώνην και ευλογήσας αυτήν λέγει περιζωννύμενος: 
Ευλογητός ο Θεός ο περιζωννύων με δύναμιν και έθετο άμωμον την οδόν μου· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Είτα σφραγίσας περιτίθεται τα επιμάνικα. Και εις μεν το δεξιόν λέγει: 
Η δεξιά σου, Κύριε, δεδόξασται εν ισχύι· η δεξιά σου χείρ, Κύριε, έθραυσεν εχθρούς· και τω πλήθει της δόξης σου συνέτριψας τους υπεναντίους· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Εν δε τω αριστερώ λέγει: 
Αι χειρές σου εποίησαν με και έπλασαν με· συνέτισον με και μαθήσομαι τας εντολάς σου· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Ειτα λαβων το φελόνιον και ευλογήσας αυτώ ενδύεται λέγων:
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην και οι όσιοι σου αγαλλιάσει αγαλλιάσονται· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Είτα απελθόντες εις το χωνευτήριον νίπτουσι τας χείρας λέγοντες έκαστος κατ' ιδίαν τον εξής ψαλμόν: 
Νίψομαι εν αθώοις τας χείρας μου και κυκλώσω το θυσιαστήριον σου, Κύριε, τοθ ακούσαι με φωνής αινέσεώς σου και διηγήσασθαι πάντα τα θαυμάσια σου. Κύριε, ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου. Μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου, ων εν χερσίν αι ανομίαι· η δεξιά αυτών επλήσθη δώρων. Εγώ δε εν ακακία μου επορεύθην· λύτρωσαί με, Κύριε, και ελέησόν με. Ο πους μου έστη εν ευθύτητι· εν εκκλησίαις ευλογήσω σε, Κύριε. 

Η ΠΡΟΣΚΟΜΙΔΗ 
Είτα ο Διάκονος απελθών εν τη ιερά Προθέσει ευτρεπίζει τα ιερά σκεύη. Και θέτει τον μεν άγιον Δίσκον εν τω αριστερώ μέρει, το δε άγιον Ποτήριον εν τω δεξιώ. Και τα άλλα συν αυτοίς. Είτα ποιούσιν αμφότεροι προσκυνήματα τρία έμπροσθεν της αγίας Προθέσεως λέγοντες καθ' εαυτούς: 
Ο Θεός ιλάσθητί μοι τω αμαρτωλώ και ελέησόν με (3). 
ΙΕΡΕΥΣ Ετοιμάζου Βηθλεέμ· ήνοικται πάσιν η Εδέμ. Ευτρεπίζου Εφραθά, ότι το ξύλον της ζωής, εν τω σπηλαίω εξήνθησεν εκ της Παρθένου. Παράδεισος και γαρ η εκείνης γαστήρ, εδείχθη νοητός, εν ω το θείον φυτόν· εξ ου φαγόντες ζήσομεν, ουχί δε ως ο Αδάμ τεθνηξόμεθα. Χριστός γεννάται, την πριν πεσούσαν αναστήσων εικόνα. 
Και λαβων ο Ιερεύς την προσφοράν και την αγίαν λόγχην υψώνει αυτήν μέχρι του μετώπου του. Μετά πολλού δε φόβου και κατανύξεως άρας το όμμα εις τον ουρανόν λέγει: 
Εξηγόρασας ημάς εκ της κατάρας του νόμου, τω τιμίω σου αιματι· τω Σταυρώ προσηλωθείς και τη λόγχη κεντηθείς, την αθανασίαν επήγασας ανθρώποις· Σωτήρ ημών δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ευλόγησον, Δέσποτα. 
ΙΕΡΕΥΣ Ευλογητός ο Θεός ημών· πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Είτα ο Ιερεύς λαβων την προσφοράν και σφραγίζων μετά της αγίας λόγχης τρίς, λέγει: 
Εις ανάμνησιν του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού· 
και ο Διάκονος συμπληρώνει: 
ΔΙΑΚΟΝΟΣ: 
Πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Και τούτο ειπών πήγνυσι την αγίαν λόγχην εν τη δεξιά μέρει της σφραγίδος και ανατέμνων λέγει: 
ΙΕΡΕΥΣ 
Ως πρόβατον επί σφαγήν ήχθη.
Εν δε τω αριστερώ: 
Και ως αμνός άμωμος εναντίον του κείροντος αυτόν άφωνος, ούτως ουκ ανοίγει το στόμα αυτού. 
Εν δε τω άνω μέρει της σφραγίδος λέγει: 
Εν τη ταπεινώσει αυτού η κρίσις αυτού ήρθη. 
Εν δε τω κάτω μέρει: 
Την δε γενεάν αυτού τίς διηγήσεται; 
Ο δε Διάκονος εν εκάστη ανατομή λέγει: 
ΔΙΑΚΟΝΟΣ: 
Του Κυρίου δεηθώμεν. Κύριε, ελέησον.
Μετά ταύτα ο Διάκονος: 
Έπαρον δέσποτα.
Και ο Ιερεύς αίρει τον αμνόν λέγων. 
ΙΕΡΕΥΣ 
Ότι αίρεται επί της γης η ζωή αυτού.
Και τίθησιν ο Ιερεύς τον αμνόν ύπτιον εν τω αγίω δίσκω. Και του διακόνου ειπόντος: 
ΔΙΑΚΟΝΟΣ: 
Θύσον δέσποτα.
Θύει, ήτοι κόπτει αυτόν καθέτως, λέγων: 
ΙΕΡΕΥΣ

Θύεται ο αμνός του Θεού ο αίρων την αμαρτίαν του κόσμου υπέρ της του κόσμου ζωής και σωτηρίας. 
ΔΙΑΚΟΝΟΣ: 
Σταύρωσον δέσποτα. 
Και ο Ιερεύς θύει πάλιν τον αμνόν οριζοντίως, ώστε η τομή να σχηματίση σταυρόν, λέγων: 
ΙΕΡΕΥΣ
Σταυρωθέντος σου Χριστέ, ανερέθη η τυρρανίς, επατήθη η δύναμις του εχθρού· ούτε γαρ άγγελος, ουκ άνθρωπος, αλλ' αυτός ο Κύριος, έσωσας ημάς· δόξα σοι. 
ΔΙΑΚΟΝΟΣ: 
Νύξον Δέσποτα.
Νύττει ο Ιερεύς τον αμνόν δια της λόγχης εν τω δεξιώ μέρει, επιλέγων: 
ΙΕΡΕΥΣ
Εις των στρατιωτών λόγχη την πλευράν αυτού ένυξε· και εύθέως εξήλθεν αίμα και ύδωρ. Και ο εωρακώς μεμαρτύρηκε και αληθινή εστιν η μαρτυρία αυτού. 
Ο δε διάκονος εγχέων τω αγίω ποτηρίω εκ του νάματος ομού και του ύδατος το αρκούν, λέγει: 
ΔΙΑΚΟΝΟΣ: 
Ευλόγησον δέσποτα την αγίαν ένωσιν.
Και ο Ιερεύς ευλογών λέγει: 
ΙΕΡΕΥΣ 
Ευλογημένη η ένωσις των αγίων σου, πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Άμήν. 
Ο Ιερεύς λαβων εν ταίς χερσί την αυτήν η δευτέραν προσφοράν χαράττει εν αυτή μικράν τρίγωνον σφραγίδα, δια της λόγχης, εις τιμήν της Θεοτόκου, λέγων: 
ΙΕΡΕΥΣ 
Εις τιμήν και μνήμην της υπερευλογημένης, ενδόξου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, ης ταις πρεσβείαις πρόσδεξαι Κύριε την θυσίαν ταύτην εις το επερουράνιόν σου θυσιαστήριον.
Αίρων δε την μερίδα ταύτην δια της λόγχης τίθησιν αυτήν εν τη δεξιά μέρει του αμνού, λέγων: 
Παρέστη η Βασίλισσα εκ δεξιόν σου, εν ιματισμώ διαχρύσω περιβεβλημένη, πεποικιλμένη. 
Είτα λαβων εκ της ιδίας η τρίτης προσφοράς σφραγίδα και αίρων εξ αυτής μερίδα, τίθησιν εν τω αριστερώ μέρει του αμνού, λέγων: 
Εις τιμήν και μνήμην των παμμεγίστων ταξιαρχών Μιχαήλ και Γαβριήλ και πασών των επουρανίων Δυνάμεων ασωμάτων. 
Είτα αίρων τας αναλόγους μερίδας λέγει: 
Του τιμίου ενδόξου προφήτου, προδρόμου και βαπτιστού Ιωάννου· των αγίων ενδόξων προφητών Μωϋσέως και Ααρών, Ηλιού, Ελισσαίου, Δαβίδ και Ιεσσαί· των αγίων τριών Παίδων, Δανιήλ του Προφήτου και πάντων των αγίων Προφητών.
Των αγίων ενδόξων και πανευφήμων αποστόλων Πέτρου και Παύλου, των Δώδεκα και των εβδομήκοντα και πάντων των αγίων αποστόλων. 
Των εν αγίοις πατέρων ημών, μεγάλων ιεραρχών και οικουμενικών Διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου· Άθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος πατριαρχων Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, Νεκταρίου Πενταπόλεως και πάντων των αγίων ιεραρχών. 
Του αγίου ενδόξου πρωτομάρτυρος και αρχιδιακόνου Στεφάνου, των αγίων ενδόξων μεγάλων μαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου Τήρωνος και Θεοδώρου του Στρατηλάτου· των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου· και πάντων και πασών των αγίων Μαρτύρων. 
Των οσίων και θεοφόρων Πατέρων ημών Αντωνίου του Μεγάλου, Ευθυμίου, Σάββα του ηγιασμένου, Ονουφρίου, Αθανασίου του εν Άθω, Σιλουανού του Αθωνίτου, και πάντων και πασών των οσίων. 
Των αγίων ενδόξων και θαυματουργών αναργύρων Κοσμά και Δαμιανού, Κύρου και Ιωάννου, Παντελεήμονος και Ερμολάου και πάντων των αγίων Αναργύρων. 
Των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, του αγίου (του Ναού, εφ' όσον δεν εμνημονεύθη), του αγίου (της ημέρας), και πάντων των αγίων, ων ταις ικεσίαις επίσκεψαι ημάς ο Θεός. 
Του εν αγίοις πατρός ημών Ιωάννου Αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου, [η Βασιλείου Αρχιεπισκόπου Καισαρίας, ουρανοφάντορος τού Μεγάλου]. 
Είτα εξάγων μερίδας λέγει: 
Μνήσθητι Δέσποτα φιλάνθρωπε, πάσης επισκοπής ορθοδόξων, του αρχιεπισκόπου ημών (δείνος), του τιμίου πρεσβυτερίου, της εν Χριστώ διακονίας και παντός ιερατικού τάγματος, των αδελφών και συλλειτουργών ημών και πάντων των αδελφών ημών, ους προσεκαλέσω εις την συν κοινωνίαν δια της σης ευσπλαγχνίας Πανάγαθε Δέσποτα. 
Και αίρων μερίδα τίθησιν αυτήν υποκάτω του αγίου άρτου. Και μνημονεύει του χειροτονήσαντος αυτόν αρχιερέως, ει περ εστιν εν τοις ζώσιν, και ετέρων ων έχει ζώντων κατ' όνομα λέγων· 
Μνήσθητι Κύριε.... 
και ούτως αίρων τίθησι τας μερίδας υποκάτω. Λαβών δε ετέραν σφραγίδα λέγει: 
Υπέρ μνήμης και αφέσεως των αμαρτιών των μακαρίων κτιτόρων της αγίας εκκλησίας (η της αγίας Μονής) ταύτης. 
Ειτα μνημονεύει και ετέρων ων έχει κεκοιμημένων κατ' όνομα και του χειροτονήσαντος αυτόν αρχιερέως, εν ουκ έστιν εν τοις ζώσιν λέγων. 
Μνήσθητι Κύριε.... 
Τελευταίον δε επιλέγει: 
Και πάντων των επ' ελπίδι αναστάσεως ζωής αιωνίου των τη ση κοινωνία κεκοιμημένων ορθοδόξων πατέρων και αδελφών ημών, φιλάνθρωπε Κύριε. 
Και αίρων τίθησι τας μερίδας των ων περ μνημονεύει. ωσαύτως δε και ο Διάκονος μνημονεύει ων θέλει ζώντων και τεθνεώτων του Ιερέως αίροντος και υπέρ αυτών μερίδας. Τελευταίον δε λέγει ο Ιερεύς: 
Μνήσθητι Κύριε και της εμής αναξιότητος και συγχώρησόν μοι παν πλημμέλημα εκούσιόν τε και ακούσιον. 
Και λαβων την μούσαν συστέλλει τας μερίδας τας εν τω αγίω Δισκαρίω, ώστε ειναι εν ασφαλεία και μη εκπεσείν τι. Είτα ο Διάκονος λαβων το θυμιατήριον λέγει τω Ιερεί: 
Ευλόγησον δέσποτα το θυμίαμα.
Και ο Ιερεύς ευλογεί αυτό λέγων: 
Θυμίαμά σοι προσφέρομεν, Χριστέ ο Θεός ημών, εις οσμήν ευωδίας πνευματικής, ο προσδεξάμενος εις το υπερουράνιόν σου θυσιαστήριον, αντικατάπεμψον ημίν την χάριν του παναγίου σου Πνεύματος. 
ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν. Στερέωσον, Δέσποτα. 
Ο Ιερεύς λαμβάνει τον αστερίσκον και θέτει αυτόν απάνω του αμνού λέγων: 
Ελθών ο αστήρ έστη επάνω, ου ην τω παιδίον κείμενον μετά Μαρίας της μητρός αυτού. 
ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν. Ευπρέπισον, Δέσποτα. 
Ο Ιερεύς θυμιών το πρώτον κάλυμμα, καλύπτει δι' αυτού τον αμνόν συν τω Δισκαρίω, λέγων: 
Ο Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο· ενεδύσατο ο Κύριος δύναμιν και περιεζώσατο. Και γαρ εστερέωσε την οικουμένην, ήτις ου σαλευθήσεται. 
ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν. Κάλυψον, Δέσποτα. 
Και ο Ιερεύς θυμιών το δεύτερον κάλυμμα, καλύπτει δι' αυτο'υ το αγιον Ποτήριον, λέγων: 
Εκάλυψεν ουρανούς η αρετή σου, Χριστέ, και της αινέσεώς σου πλήρης η γη. 
ΔΙΑΚΟΝΟΣ: 
Του Κυρίου δεηθώμεν. Σκέπασον, Δέσποτα. 
Ο Ιερεύς θυμιών το τρίτον κάλυμμα και σκεπάζων δι' αυτού τό τε άγιον Δισκάριον και το άγιον Ποτήριον, λέγει: 
Σκέπασον ημάς εν τη σκέπη των πτερύγων σου· αποδίωξον αφ' ημών πάντα εχθρών και πολέμιον· είρήνευσον ημ'ων την ζωήν· Κύριε, ελέησον ημάς και τον κόσμον σου και σώσον τας ψυχάς ημών, ως αγαθώς και φιλάνθρωπος και ελεήμων Θεός. 
ΔΙΑΚΟΝΟΣ: Ευλόγησον, Δέσποτα. 
Και ο Ιερεύς λαβών το θυμιατήριον, θυμιά την Πρόθεσιν λέγων εκ τρίτου τό: 
Ευλογητός ο Θεός ημών, ο ούτως ευδοκήσας· δόξα σοι. 
Ο δε Διάκονος εν εκάστη επιλέγει: 
Πάντοτε· νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Λαβων δε ο Διάκονος το θυμιατήριον λέγει: 
Επι τη αγία και ιερά Προθέσει των τιμίων Δώρων. Του Κυρίου δεηθώμεν. 
Και ο Ιερεύς λέγει μετά συντριβής καρδίας την ευχήν: 
Ο Θεός, ο Θεός ημών, ο των ουράνιον αρτον, την τροφήν του παντός κόσμου, τον Κύριον ημών και Θεόν Ιησούν Χριστόν εξαποστείλας, σωτήρα και λυτρωτήν και ευεργέτην, ευλογούντα και αγιάζοντα ημάς· Αυτός ευλόγησον την Πρόθεσιν ταύτην και πρόσδεξαι αυτήν εις το επερουράνιόν σου θυσιαστήριον. Μνημόνευσον, ως αγαθός και φιλάνθρωπος, των προσενεγκόντων και δι' ους προσήγαγον· και ημάς ακατακρίτους διαφύλαξον εν τη ιερουργία των θείων σου μυστηρίων. 
Ότι ηγίασται και δεδόξασται το πάντιμον και μεγαλοπρεπές ονομά σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Και προσκυνούσιν ευλαβώς αμφότεροι και ασπάζονται τα τίμια Δώρα λέγων: 
Άγιος ο Θεός, Ο Πατήρ ο άναρχος· άγιος ισχυρός, ο Υιός ο συνάναρχος· άγιος αθάνατος, το πανάγιον Πνεύμα· Τριάς αγία δόξα σοι. 
Και η Απόλυσις
ΙΕΡΕΥΣ:
Δόξα σοι ο Θεός ημών, δόξα σοι. 
ΔΙΑΚΟΝΟΣ: Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. 
Κύριε, ελέησον.[3] Δέσποτα Άγιε ευλόγησον. 
ΙΕΡΕΥΣ [Ο Αναστάς εκ νεκρών] Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού μητρός, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, του εν αγίοις πατρός ημών Ιωάννου Αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου, [η Βασιλείου Αρχιεπισκόπου Καισαρίας, ουρανοφάντορος τού Μεγάλου], [του Ναού], [του αγίου της ημέρας] ου και την Θείαν Λειτουργίαν επιτελέσουμεν και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός. 
Μετά την απόλυσιν θυμια ο Διάκονος την αγίαν Πρόθεσιν, την αγίαν Τράπεζαν, σταυροειδώς και το ιερατείον και τον λαόν, λέγων: 
Εν τάφω σωματικώς, εν Άδου δε μετά ψυχής ως Θεός, εν Παραδείσω δε μετά ληστού και εν θρόνω υπήρχες Χριστέ, μετά Πατρός και Πνεύματος, πάντα πληρών ο απερίγραπτος. 
Δόξα Πατρί... 
Ως ζωηφόρος, ως Παραδείσου ωραιότερος όντως και παστάδος πάσης βασιλικής αναδέδεικται λαμπρότερος, Χριστέ, ο τάφος σου, η πηγή της ημών αναστάσεως. 
Και νυν... 
Το του Υψίστου ηγιασμένον θείον σκήνωμα, χαίρε· δια σου γαρ δέδοται η χαρά, Θεοτόκε, τοις κραυγάζουσιν· Ευλογημένη συ εν γυναιξί υπάρχεις πανάμωμε Δέσποινα. 
Ν' Ψαλμός 
Ελέησον με ο Θεός κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από τής ανομίας μου και από τής αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς με αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιων, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους. 
Αν θα τελεσθεί η Θεία Λειτουργία χωρίς Όρθρον, τότε ο Διακονος θυμιά επίσης το εικονοστάσιον και τον λαόν πριν να αποθέσει το θυμιατόν. Αν όμως η προσκομιδή τελέσθει κατά την ώρα του Όρθρου, αποθέτει το θυμιατόν και αν η Θεία Λειτουργία ακολουθεί ευθύς τον Όρθρον, ξανά λαμβάνει το θυμιατό στην αρχή της Δοξολογίας και ξανά θυμιά την αγίαν Τράπεζαν σταυροειδώς, την Πρόθεση, το εικονοστάσιον και τον λαόν. 
Και όταν είναι καιρός για την Θείαν Λειτουργίαν ο Ιερεύς: και ο Διάκονος ιστάμενοι προ της αγίας Τραπέζης και λέγει ο Ιερεύς: 
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος και σώσον, Αγαθέ, τας ψυχάς ημών. 
Και λέγουν αυτά εν εναλλάξ: 
Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία (3). 
Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αινεσίν σου (2) 
Κύριε, Κύριε, άνοιξον ημίν την θύρα του ελέους σου. 
Και ο Διάκονος, την κεφαλήν υποκλίνας τω Ιερεί, λέγει: 
Καιρός του ποιήσαι τω Κυρίω· ευλόγησον, Δέσποτα άγιε. 
Ο Ιερεύς επιθείς την δεξιάν επί την κεφαλήν αυτού, λέγει: 
ΙΕΡΕΥΣ 
Ευλογητός ο Θεός ημών, πάντοτε νυν και αεί και εις τους αιώνας των αιώνων. 
ΔΙΑΚΟΝΟΣ: Αμήν. Εύξαι υπέρ εμού, Δέσποτα άγιε. 
ΙΕΡΕΥΣ Κατευθύναι Κύριος τα διαβήματά σου εις παν έργον αγαθόν. 
ΔΙΑΚΟΝΟΣ: Μνήσθητί μου, Δέσποτα άγιε. 
ΙΕΡΕΥΣ:Μνησθείη σου Κύριος ο Θεός εν τη βασιλεία αυτού, πάντοτε νυν και αεί και εις τους αιώνας των αιώνων. 
ΔΙΑΚΟΝΟΣ: Αμήν. 
Και ασπαζόμενος ο Διάκονος την δεξιάν του Ιερέως, εξέρχεται δια της βορείας πύλης. και ιστάμενος δε εν τω συνήθει τόπω προ της Ωραίας Πύλης και κρατών δε το Οράριον τοις τρισί δακτύλοις εκφωνεί: 
Ευλόγησον Δέσποτα.
Και ούτως άρχονται της θείας Λειτουργίας. 
ΙΕΡΕΥΣ 
Ευλογημένη η Βασιλεία του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

Comments

Πλοήγηση