Ακολουθία της Θείας Μετάληψης εις το Απόδειπνον

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Μέλλων προσελθεῖν τοῖς ἀχράντοις Μυστηρίοις, μετὰ τὴν ἀφ´ ἑσπέρας εἰθισμένην Ἀκολουθίαν τοῦ Ἀποδείπνου, ἕως τέλους τοῦ «Πιστεύω εἰς ἕνα Θεόν…», λέγε μετὰ κατανύξεως τὸν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.

Ο Κανών

ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί.

Ἄρτος ζωῆς αἰωνιζούσης γενέσθω μοι τὸ Σῶμά σου τὸ ἅγιον, εὔσπλαγχνε Κύριε, καὶ τὸ Τίμιον Αἷμα, καὶ νόσων πολυτρόπων ἀλεξητήριον.

Βεβηλωθεὶς ἔργοις ἀτόποις ὁ δείλαιος, τοῦ σοῦ ἀχράντου Σώματος καὶ Θείου Αἵματος ἀνάξιος ὑπάρχω, Χριστέ, τῆς μετουσίας, ἧς με ἀξίωσον.

Θεοτόκιον.

Γῆ ἀγαθή, εὐλογημένη Θεόνυμφε, τὸν στάχυν ἡ βλαστήσασα τὸν ἀγεώργητον καὶ σωτήριον κόσμῳ, ἀξίωσόν με τοῦτον τρώγοντα σώζεσθαι.

ᾨδὴ γ´. Ἐν πέτρᾳ με τῆς πίστεως.

Δακρύων μοι παράσχου, Χριστέ, ῥανίδας, τὸν ῥύπον τῆς καρδίας μου καθαιρούσας, ὡς ἂν εὐσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι καὶ φόβῳ, Δέσποτα, ἐν τῇ μεταλήψει τῶν θείων δώρων σου.

Εἰς ἄφεσιν γενέσθω μοι τῶν πταισμάτων τὸ ἄχραντόν σου Σῶμα καὶ θεῖον Αἷμα, εἰς Πνεύματος Ἁγίου τε κοινωνίαν καὶ εἰς αἰώνιον ζωήν, Φιλάνθρωπε, καὶ παθῶν καὶ θλίψεων ἀλλοτρίωσιν.

Θεοτόκιον.

Ζωῆς τοῦ Ἄρτου τράπεζα, Παναγία, τοῦ ἄνωθεν δι᾿ ἔλεον καταβάντος, καὶ κόσμῳ καινοτέραν ζωὴν διδόντος, κἀμὲ ἀξίωσον νῦν τὸν ἀνάξιον, μετὰ φόβου γεύσασθαι τούτου καὶ ζήσεσθαι.

ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Ἠθέλησας δι᾿ ἡμᾶς σαρκωθείς, Πολυέλεε, τυθῆναι ὡς πρόβατον διὰ βροτῶν ἁμαρτήματα· ὅθεν ἱκετεύω σε καὶ τὰ ἐμὰ ἐξαλεῖψαι πλημμελήματα.

Θεράπευσον τῆς ψυχῆς μου τὰ τραύματα, Κύριε, καὶ ὅλον ἁγίασον καὶ καταξίωσον, Δέσποτα, ὅπως κοινωνήσω σου τοῦ μυστικοῦ Θείου Δείπνου ὁ ταλαίπωρος.

Θεοτόκιον.

Ἱλέωσαι καὶ ἐμοὶ τὸν ἐκ σπλάγχνων σου, Δέσποινα, καὶ τήρει με ἄῤῥυπον τὸν σὸν ἱκέτην καὶ ἄμεμπτον, ὅπως εἰσδεχόμενος τὸν νοητὸν μαργαρίτην ἁγιάζωμαι.

ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Καθὼς προέφης, Χριστέ, γενέσθω δὴ τῷ εὐτελεῖ δούλῳ σου· καὶ ἐν ἐμοὶ μεῖνον ὡς ὑπέσχου· ἰδοὺ γὰρ τὸ Σῶμα τρώγω σου τὸ θεῖον καὶ πίνω τὸ Αἷμά σου.

Λόγε Θεοῦ καὶ Θεέ, ὁ ἄνθραξ γένοιτο τοῦ σοῦ Σώματος εἰς φωτισμὸν τῷ ἐσκοτισμένῳ ἐμοί, καὶ καθαρισμὸν τῆς βεβηλωθείσης ψυχῆς μου τὸ Αἷμά σου.

Θεοτόκιον.

Μαρία μῆτερ Θεοῦ, τῆς εὐωδίας τὸ σεπτὸν σκήνωμα, ταῖς σαῖς εὐχαῖς σκεῦος ἐκλογῆς με ἀπέργασαι, ὅπως τῶν ἁγιασμάτων μετέχω τοῦ Τόκου σου.

ᾨδὴ ς´. Ἐν ἀβύσσῳ πταισμάτων.

Νοῦν, ψυχὴν καὶ καρδίαν ἁγίασον, Σῶτερ, καὶ τὸ σῶμά μου, καὶ καταξίωσον ἀκατακρίτως, Δέσποτα, τοῖς φρικτοῖς μυστηρίοις προσέρχεσθαι.

Ξενωθείην παθῶν, καὶ τῆς χάριτος σχοίην τε προσθήκην ζωῆς καὶ ἀσφάλειαν, διὰ τῆς μεταλήψεως τῶν ἁγίων, Χριστέ, Μυστηρίων σου.

Θεοτόκιον.

Ὁ Θεοῦ Θεὸς Λόγος ὁ Ἅγιος, ὅλον με ἁγίασον νῦν προσερχόμενον τοῖς θείοις Μυστηρίοις σου, τῆς ἁγίας Μητρός σου δεήσεσι.

Κοντάκιον. Ἦχος β´.

Τὰ ἄνω ζητῶν.

Τὸν Ἄρτον, Χριστέ, λαβεῖν μὴ ὑπερίδῃς με, τὸ Σῶμα τὸ σὸν καὶ τὸ θεῖον νῦν Αἷμά σου· τῶν ἀχράντων, Δέσποτα, καὶ φρικτῶν Μυστηρίων σου μετασχεῖν τῷ ἀθλίῳ, μὴ εἰς κρῖμά μοι γένοιτο· γένοιτο δέ μοι εἰς ζωὴν αἰώνιον καὶ ἀθάνατον.

ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς.

Πηγὴ ἀγαθῶν ἡ μετάληψις, Χριστέ, τῶν ἀθανάτων σου νῦν Μυστηρίων· γενηθήτω μοι φῶς καὶ ζωή καὶ ἀπάθεια, καὶ πρὸς ἀρετῆς θειοτέρας προκοπὴν καὶ ἐπίδοσιν πρόξενος, μόνε Ἀγαθέ, ὅπως δοξάζω σε.

Ῥυσθείην παθῶν καὶ ἐχθρῶν καὶ ἀναγκῶν καὶ πάσης θλίψεως, τρόμῳ καὶ πόθῳ προσιὼν τανῦν, μετ᾿ εὐλαβείας, Φιλάνθρωπε, σοῦ τοῖς ἀθανάτοις καὶ θείοις Μυστηρίοις καὶ ψάλλων σοι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτόκιον.

Σωτῆρα Χριστὸν ἡ τεκοῦσα ὑπὲρ νοῦν, Θεοχαρίτωτε, ἐκδυσωπῶ σε νῦν ὁ δοῦλός σου, τὴν καθαρὰν ὁ ἀκάθαρτος· μέλλοντά με νῦν τοῖς ἀχράντοις Μυστηρίοις προσέρχεσθαι, κάθαρον ὅλον μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

ᾨδὴ η´. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Τῶν οὐρανίων καὶ φρικτῶν καὶ ἁγίων σου, Χριστέ, νῦν Μυστηρίων, καὶ τοῦ Θείου σου Δείπνου καὶ μυστικοῦ κοινωνὸν γενέσθαι κἀμὲ καταξίωσον, τὸν ἀπεγνωσμένον, ὁ Θεὸς ὁ Σωτήρ μου.

Ὑπὸ τὴν σὴν καταφυγὼν εὐσπλαγχνίαν, Ἀγαθέ, κράζω σοι φόβῳ· Ἐν ἐμοὶ μεῖνον, Σῶτερ, κἀγώ, ὡς ἔφης ἐν σοί· ἰδοὺ γάρ, θαῤῥῶν τῷ ἐλέει σου, τρώγω σου τὸ Σῶμα καὶ πίνω σου τὸ Αἷμα.

Θεοτόκιον.

Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος. Ὢ φρικτοῦ Μυστηρίου! Ὢ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου Σώματος καὶ Αἵματος ὁ πηλὸς μετέχω καὶ ἀφθαρτοποιοῦμαι;

ᾨδὴ θ´. Ἀνάρχου γεννήτορος.

Χρηστός ἐστι, γεύσασθε καὶ ἴδετε, ὁ Κύριος· δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς γὰρ πάλαι γενόμενος, ἅπαξ ἑαυτόν τε προσάξας, ὡς προσφορὰν Πατρὶ τῷ ἰδίῳ ἀεὶ σφαγιάζεται, ἁγιάζων τοὺς μετέχοντας.

Ψυχὴν σὺν τῷ σώματι ἁγιασθείην, Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οἶκός σου τῇ τῶν Μυστηρίων μεθέξει τῶν ἱερῶν, ἔνοικόν σε ἔχων σὺν Πατρὶ καὶ Πνεύματι, εὐεργέτα Πολυέλεε.

Ὡς πῦρ γενηθήτω μοι καὶ ὡσεὶ φῶς τὸ Σῶμά σου καὶ τὸ Αἷμα, Σωτήρ μου, τὸ τιμιώτατον, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ ἐμπιπρῶν παθῶν τὰς ἀκάνθας καὶ ὅλον φωτίζον με προσκυνεῖν σου τὴν Θεότητα.

Θεοτόκιον.

Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὅθεν πᾶσα ὑμνεῖ σε γενεά, Δέσποινα· νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ σοῦ σαφῶς κατιδόντα τὸν πάντων δεσπόζοντα, οὐσιωθέντα τὸ ἀνθρώπινον.

Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστιν. Τρισάγιον.

Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Καὶ τὰ λοιπὰ τοῦ Ἀποδείπνου καὶ Ἀπόλυσις.