Ιδιόμελα αφιερωμένα στον Άγιο Ονούφριο

  • Ὡς ὑπέρλαμπρον ὁ Χριστός σου εὑρών, ψυχῆς τὸ καθαρὸν σκήνωμα Ὀνούφριε, ἐνοίκησεν ἐν σοί καὶ θέσει Θεὸς γεγονὼς, συμβασιλεύεις αὐτῶ αἰωνίως, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
  • Δεῦτε τῶν ὀρθοδόξων πληθύς, τὸν τῆς Τριάδος, λειτουργὸν τὸν θειότατον, Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες, οὕτως εἴπωμεν ἀστὴρ ὁ φανότατος, ἡ κυπρίζουσα ἄμπελος, περιστερά τε, ἐν ἰλύσι μὴ μείνασα, ὁ πανθαύμαστος, ὀχετός τε τοῦ πνεύματος, ῥόδον ἱεροχούντιον, ξεόμενον ἄρωμα, καὶ εὐωδίαν ἐκπέμπων, πνευματικὴν ἐν τοῖς πέρασι Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
  • Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῶ μόνῳ προσομιλεῖν ἐπεπόθησας ὅθεν κόσμον καταλιπών, φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, σεαυτὸν ἐμπορευόμενος μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε ὅσιε.
  • Xαίροις τῶν ἀσκητῶν καλλονή, γεγενημένος καὶ ἀήττητος πρόμαχος, παθῶν γὰρ ἐκτέμνων ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑττοστὰς ἀνδρείως ἐθριάμβευσας, αὐτῶν τὴν ἀσθένειαν, καὶ ψυχόλεθρον πλάνησιν, τὴν τοῦ σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν, ἥν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ττολεμοῦντάς σε Πάτερ, ττνευματοφόρε Ὀνούφριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
  • Χαίροις ὁ τοῦ Χριστοῦ μου ἀγρός, ὁ τετραπλόοις πεπλησμένος ἀρώμασι, σοφίᾳ τε καρτερίᾳ, καὶ παρθενίᾳ σαφῶς, καὶ ἀσκήσει θείᾳ ἐγκοσμούμενος• ἡ γῆ ἡ τοῦ Πνεύματος, ἀγαθή τε καὶ εὔπιος, ἡ τὸν καρπόν γε, διαδίδουσα ἄρτιον, ἡ φιλέρημος, ἀηδὼν ὁ Ὀνούφριος ὕδωρ φιλανθρωπίας τε, ἐφ' οὗ ἐπεφέρετο, τὸ σὺν Πατρὶ θεῖον Πνεῦμα, τὸ δι' Υἱοῦ χαριζόμενον θερμῶς ὅ δυσώττει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
  • Ὅσιε Ὀνούφριε, τῆς στεῤῥοτάτης ἀσκήσεως, ἐν τῆ καυ­στικῆ καὶ ἐπιπόνῳ διατριβῆ, ὡς ἐν ἀδύτοις ἀναπαυόμενος διετέλεσας· τοῖς ἐρημικωτέροις γὰρ ἑαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονώς, συναυλίζῃ Ἀγγέλοις ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν, μεθ' ὧν πρέσβευε Χρι­στῶ τῶ Θεῶ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
  • Tὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν, καὶ τῶν ἀρετῶν τῶν ἀσκητῶν τὸ καύχημα, φιλέορτοι τιμήσωμεν πεφυτευμένος γὰρ ἐν τῶ οἴκῳ Κυρίου, ἐξήνθησε δικαίως• καὶ τῶν θαυμὰτων ταῖς ἀκτῖσι, τὰ πέρατα διείληφε τῆς γῆς, ἀγγελικῶς βιώσας Ὀνούφριε, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
  • Τὴν ἐγκάρδιον ἀγάπην, τὴν εἰς Χριστόν σου Πάτερ τίς οὐ θαυμάσει; βληθεὶς γὰρ τῶ ταύτης βελέμνῳ, ἐμμένειν ἔτι οὐκ εἶχες τῆ ἀδελφότητι, ἧπερ συνώκεις προτοῦ• ὅθεν καὶ πάντας λαθών, ἐξῆλθες ἑπόμενος τῶ καλοῦντί σε χαίρων, τῆ ὀπτασίᾳ τοῦ θείου φωτός καὶ τὴν ποῤῥωτέραν τῶν ἐγκοσμίων γυμνὸς καταλαβών, ἄτροφός τε καὶ ἄσκηνος διὰ παντὸς διετέλεις, ἐκβιαζόμενος οἷον, πρὸς ἀσαρκίαν ἀοίδιμε• τὸν ἀφανῆ δράκοντα τὸν δαψιλέον, εἴπως καταβάλλῃς εἰς τέλος, ὡς εὐμεγέθης ἐλάφας, ἀντιταττόμενος κατ' αὐτοῦ, τῆ πίστει τῆς Τριάδος, καὶ ταύτῃ τοι τροπωσαμένου σου τοῦτον, ἐκρότησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, ὅτε πρὸς Χριστὸν ἐξεδήμησας τροπαιοφόρος• διὸ μὴ διαλίπῃς πρὸς αὐτὸν ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ὡς ἡμῖν καθυπέσχου, θεοφόρε Ὀνούφριε.
  • Ἐνδυναμωθεὶς ἐν Κυρίῳ τῶ Θεῶ, κατὰ τὸν ἔξοχον φημί Ἀπόστολον, θεοφόρε Πατήρ ἡμῶν Ὀνούφριε, καὶ ἐνδυθεὶς τὴν πανοπλίαν τοῦ Θεοῦ, ἐξῆλθες εἰς ἄμυναν τὴν κατὰ τῶν ἐχθρῶν τὴν γὰρ ὀσφὺν περιζωσάμενος, καὶ εὐαγγελικῶς ὑποδυσάμενος τοὺς πόδας, τὸν τῆς δικαιοσύνης θώρακα ἐνέβαλες, καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν καὶ ὡς στρατιώτης εὐσθενής, εἰς τὴν συμπλοκὴν καθώρμισας τοῦ διαβόλου, τὸν θυρεὸν ἐν ταῖς χερσὶ κατέχων τῆς πίστεως• ἀλλὰ σττεῦσον καὶ ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ ἀνθρωττοκτόνου ἀττάλλαξαι, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ὅσιε Πάτερ, τοὺς τὴν μνήμην σου δοξάζοντας.
  • Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῶ μόνῳ προσομιλεῖν ἐττεπόθησας- ὅθεν κόσμον καταλιπών, φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, σεαυτὸν ἐμπορευόμενος μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος,Ὀνούφριε ὅσιε.
  • Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες τὴν ἀκρόττολιν δι' ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων τῆς ἄνω Ἱερουσαλὴμ τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ ταξιαρχίαις παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς βασιλείας οἰκήτωρ γενόμενος• ἀλλὰ πρέσβευε θεοφόρε Ὀνούφριε, τῶ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
  • Ἀνέτειλεν ἡμέρα εὐφροσύνης, καί ἑορτὴ πανσεβάσμιος, τοῦ ἱεροῦ Ὀνουφρίου τὴν οἰκουμένην πᾶσαν, τῶ φωτὶ τῶν ἀρετῶν αὐτοῦ καταυγάζουσα ὅθεν πάντες ὕμνοις, χρεωστικῶς ἀνυμνήσωμεν λέγοντες· χαίροις τῆς ἐρήμου οἰκήτωρ δεξιός, καὶ τοῦ οὐρανοῦ πολίτης ἱερός, ὁ ἐν σώματι Ἂγγελος, καὶ ἐν οὐρανοῖς ἄνθρωπος χαίροις ὁ τῆς οἰκουμένης, παμφαής φωστὴρ καὶ χρυσαυγής χαίροις τῶν μοναζόντων τὸ καύ­χημα τὸ θεῖον, καὶ τῶν ἐν κινδύνοις ὁ βοηθός καὶ ρύστης καὶ νῦν Ὀνούφριε Πατήρ ἡμῶν, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
  • Ὅσιε Πάτερ Ὀνούφριε, ὡς φρόνιμος ὄφις, διὰ τοῦ στενοῦ καὶ ἐπιπόνου, τῶν ἀσκητικῶν σου γυμνασμάτων, ἀποσεισάμενος τὸ παλαιὸν ἔνδυμα, ὤφθης ἀνακαινιζόμενος καὶ τῶ ὕψει τῶν ἀρετῶν ἀναβάς, ὡς ἀετὸς πρὸς τὸν λίβανον, φέρων τὰ πτερὰ τῶν δακρύων καὶ τῆς προσευχῆς, ἀνῆλθες πρὸς οὐρανὸν διὰ τῆς ἄνω θεωρίας, καὶ συνηρμόθῃς τῶ Θεῶ, ὡς ὁ θεσπέσιος Παῦλος, ὧ περ μὴ ἀποκάμῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἁγίαν μνήμην σου.